previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πισθέταιρος

ἰκτῖνος δ᾽ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.

Χορός

500τῶν Ἑλλήνων;

Πισθέταιρος
καὶ κατέδειξέν γ᾽ οὗτος πρῶτος βασιλεύων
προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.

Ἐυελπίδης
νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν
ἐκυλινδούμην ἰκτῖνον ἰδών: κᾆθ᾽ ὕπτιος ὢν ἀναχάσκων
ὀβολὸν κατεβρόχθισα: κᾆτα κενὸν τὸν θύλακον οἴκαδ᾽ ἀφεῖλκον.

Πισθέταιρος

Αἰγύπτου δ᾽ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν:
505χὠπόθ᾽ κόκκυξ εἴποικόκκυ,’ τότ᾽ ἂν οἱ Φοίνικες ἅπαντες
τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.

Ἐυελπίδης

τοῦτ᾽ ἄρ᾽ ἐκεῖν᾽ ἦν τοὔπος ἀληθῶς: ‘κόκκυψωλοὶ πεδίονδε.’

Πισθέταιρος

ἦρχον δ᾽ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ᾽ εἴ τις καὶ βασιλεύοι
ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων Μενέλαος,
510ἐπὶ τῶν σκήπτρων ἐκάθητ᾽ ὄρνις μετέχων τι δωροδοκοίη.

Ἐυελπίδης

τουτὶ τοίνυν οὐκ ᾔδη 'γώ: καὶ δῆτά μ᾽ ἐλάμβανε θαῦμα,
ὁπότ᾽ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,
δ᾽ ἄρ᾽ εἱστήκει τὸν Λυσικράτη τηρῶν τι δωροδοκοίη.

Πισθέταιρος

δὲ δεινότατόν γ᾽ ἐστὶν ἁπάντων, Ζεὺς γὰρ νῦν βασιλεύων
515αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,
δ᾽ αὖ θυγάτηρ γλαῦχ᾽, δ᾽ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.

Ἐυελπίδης

νὴ τὴν Δήμητρ᾽ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτ᾽ ἄρ᾽ ἔχουσιν;

Πισθέταιρος

ἵν᾽ ὅταν θύων τις ἔπειτ᾽ αὐτοῖς ἐς τὴν χεῖρ᾽, ὡς νόμος ἐστίν,
τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.
520ὤμνυ τ᾽ οὐδεὶς τότ᾽ ἂν ἀνθρώπων θεόν, ἀλλ᾽ ὄρνιθας ἅπαντες:
Λάμπων δ᾽ ὄμνυσ᾽ ἔτι καὶ νυνὶ τὸν χῆν᾽, ὅταν ἐξαπατᾷ τι.
οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τ᾽ ἐνόμιζον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: