previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Πισθέταιρος

550καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,
κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ
περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.

Ἔποψ

Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.

Πισθέταιρος

κἄπειτ᾽ ἢν τοῦτ᾽ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δί᾽ ἀπαιτεῖν:
555κἂν μὲν μὴ φῇ μηδ᾽ ἐθελήσῃ μηδ᾽ εὐθὺς γνωσιμαχήσῃ,
ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν
διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,
ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον
καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας: ἤνπερ δ᾽ ἐπίωσ᾽, ἐπιβάλλειν
560σφραγῖδ᾽ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσ᾽ ἔτ᾽ ἐκείνας.
τοῖς δ᾽ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,
ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,
κἄπειτα θεοῖς ὕστερον αὖθις: προσνείμασθαι δὲ πρεπόντως
τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθ᾽ ἕκαστον:
565ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν:
ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν:
ἢν δ᾽ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας:
κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστ᾽ ὀρχίλος ὄρνις,
προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.

Ἐυελπίδης

570ἥσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν μέγας Ζάν.

Χορός

καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,
οἳ πετόμεσθα πτέρυγάς τ᾽ ἔχομεν;

Πισθέταιρος
ληρεῖς: καὶ νὴ Δί᾽ γ᾽ Ἑρμῆς
πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.
αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δί᾽ Ἔρως γε:
575Ἥρην δέ γ᾽ Ὅμηρος ἔφασκ᾽ ἰκέλην εἶναι τρήρωνι πελείῃ.

Ἐυελπίδης

Ζεὺς δ᾽ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;

Πισθέταιρος

ἢν δ᾽ οὖν ὑμᾶς μὲν ὑπ᾽ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,
τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν
καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ᾽ αὐτῶν ἀνακάψαι:
580κἄπειτ᾽ αὐτοῖς Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.

Ἐυελπίδης

οὐκ ἐθελήσει μὰ Δί᾽, ἀλλ᾽ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.

Πισθέταιρος

οἱ δ᾽ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,
καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ:
εἶθ᾽ γ᾽ Ἀπόλλων ἰατρός γ᾽ ὢν ἰάσθω: μισθοφορεῖ δέ.

Ἐυελπίδης

585μὴ πρίν γ᾽ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστ᾽ ἀποδῶμαι.

Πισθέταιρος

ἢν δ᾽ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ,
ἀγάθ᾽ αὐτοῖσιν πάντα παρέσται.

Ἔποψ
λέγε δή μοι τῶν ἀγαθῶν ἕν.

Πισθέταιρος

πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,
ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.
590εἶθ᾽ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,
ἀλλ᾽ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: