previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

οὗτος σὲ καλῶ, σὲ λέγω.


Ἔποψ
τί καλεῖς;


Χορός
τούτους μὲν ἄγων μετὰ σαυτοῦ
ἀρίστισον εὖ: τὴν δ᾽ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
660κατάλειφ᾽ ἡμῖν δεῦρ᾽ ἐκβιβάσας, ἵνα παίσωμεν μετ᾽ ἐκείνης.

Πισθέταιρος

τοῦτο μεντοι νὴ Δί᾽ αὐτοῖσιν πιθοῦ:
ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.

Ἐυελπίδης

ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα
καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.

Ἔποψ

665ἀλλ᾽ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. Πρόκνη
ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.

Πισθέταιρος

Ζεῦ πολυτίμηθ᾽ ὡς καλὸν τοὐρνίθιον,
ὡς δ᾽ ἁπαλόν, ὡς δὲ λευκόν.

Ἐυελπίδης
ἆρά γ᾽ οἶσθ᾽ ὅτι
ἐγὼ διαμηρίζοιμ᾽ ἂν αὐτὴν ἡδέως;

Πισθέταιρος

670ὅσον δ᾽ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.

Ἐυελπίδης

ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.

Πισθέταιρος

ἀλλ᾽ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.

Ἐυελπίδης

ἀλλ᾽ ὥσπερ ᾠὸν νὴ Δί᾽ ἀπολέψαντα χρὴ
ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθ᾽ οὕτω φιλεῖν.

Ἔποψ

675ἴωμεν.

Πισθέταιρος
ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: