previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Δίκαιος Λόγος

τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;

Ἄδικος Λόγος

τί δῆτ᾽ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;

Δίκαιος Λόγος

σιγήσομαι. τί δ᾽ ἄλλο;

Ἄδικος Λόγος
φέρε δή μοι φράσον:
συνηγοροῦσιν ἐκ τίνων;

Δίκαιος Λόγος

1090ἐξ εὐρυπρώκτων.

Ἄδικος Λόγος
πείθομαι.
τί δαί; τραγῳδοῦσ᾽ ἐκ τίνων;

Δίκαιος Λόγος

ἐξ εὐρυπρώκτων.

Ἄδικος Λόγος
εὖ λέγεις.
δημηγοροῦσι δ᾽ ἐκ τίνων;

Δίκαιος Λόγος

ἐξ εὐρυπρώκτων.

Ἄδικος Λόγος
ἆρα δῆτ᾽
1095ἔγνωκας ὡς οὐδὲν λέγεις;
καὶ τῶν θεατῶν ὁπότεροι
πλείους σκόπει.

Δίκαιος Λόγος
καὶ δὴ σκοπῶ.

Ἄδικος Λόγος

τί δῆθ᾽ ὁρᾷς;

Δίκαιος Λόγος

πολὺ πλείονας νὴ τοὺς θεοὺς
τοὺς εὐρυπρώκτους: τουτονὶ
1100γοῦν οἶδ᾽ ἐγὼ κἀκεινονὶ
καὶ τὸν κομήτην τουτονί.

Ἄδικος Λόγος

τί δῆτ᾽ ἐρεῖς;

Δίκαιος Λόγος

ἡττήμεθ᾽: κινούμενοι
πρὸς τῶν θεῶν δέξασθέ μου
θοἰμάτιον, ὡς
ἐξαυτομολῶ πρὸς ὑμᾶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: