previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Πασίας

εἶτ᾽ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
οὐδέποτέ γ᾽, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
1215ἀπερυθριᾶσαι μᾶλλον σχεῖν πράγματα,
ὅτε τῶν ἐμαυτοῦ γ᾽ ἕνεκα νυνὶ χρημάτων
ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
1220ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην

Στρεψιάδης
τίς οὑτοσί;

Πασίας

ἐς τὴν ἕνην τε καὶ νέαν.

Στρεψιάδης
μαρτύρομαι,
ὅτι ἐς δύ᾽ εἶπεν ἡμέρας. τοῦ χρήματος;

Πασίας

τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
τὸν ψαρὸν ἵππον.

Στρεψιάδης
ἵππον; οὐκ ἀκούετε;
1225ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ᾽ ἱππικήν.

Πασίας

καὶ νὴ Δί᾽ ἀποδώσειν γ᾽ ἐπώμνυς τοὺς θεούς.

Στρεψιάδης

μὰ τὸν Δί᾽ οὐ γάρ πω τότ᾽ ἐξηπίστατο
Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.

Πασίας

1230νῦν δὲ διὰ τοῦτ᾽ ἔξαρνος εἶναι διανοεῖ;

Στρεψιάδης

τί γὰρ ἄλλ᾽ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;

Πασίας

καὶ ταῦτ᾽ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
ἵν᾽ ἂν κελεύσω 'γώ σε;

Στρεψιάδης
τοὺς ποίους θεούς;

Πασίας

τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.

Στρεψιάδης
νὴ Δία
1235κἂν προσκαταθείην γ᾽ ὥστ᾽ ὀμόσαι τριώβολον.

Πασίας

ἀπόλοιο τοίνυν ἕνεκ᾽ ἀναιδείας ἔτι.

Στρεψιάδης

ἁλσὶν διασμηχθεὶς ὄναιτ᾽ ἂν οὑτοσί.

Πασίας

οἴμ᾽ ὡς καταγελᾷς.

Στρεψιάδης
ἓξ χοᾶς χωρήσεται.

Πασίας

οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
1240ἐμοῦ καταπροίξει.

Στρεψιάδης
θαυμασίως ἥσθην θεοῖς,
καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.

Πασίας

μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
ἀλλ᾽ εἴτ᾽ ἀποδώσεις μοι τὰ χρήματ᾽ εἴτε μή,
ἀπόπεμψον ἀποκρινάμενος.

Στρεψιάδης
ἔχε νυν ἥσυχος.
1245ἐγὼ γὰρ αὐτίκ᾽ ἀποκρινοῦμαί σοι σαφῶς.

Πασίας

τί σοι δοκεῖ δράσειν;

Μάρτυς
ἀποδώσειν μοι δοκεῖ.

Στρεψιάδης

ποῦ 'σθ᾽ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε
τουτὶ τί ἔστι;

Πασίας
τοῦθ᾽ τι ἐστί; κάρδοπος.

Στρεψιάδης

ἔπειτ᾽ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;
1250οὐκ ἂν ἀποδοίην οὐδ᾽ ἂν ὀβολὸν οὐδενί,
ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.

Πασίας

οὐκ ἄρ᾽ ἀποδώσεις;

Στρεψιάδης
οὐχ ὅσον γέ μ᾽ εἰδέναι.
οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς
ἀπὸ τῆς θύρας;

Πασίας
ἄπειμι, καὶ τοῦτ᾽ ἴσθ᾽ ὅτι
1255θήσω πρυτανεῖ᾽ μηκέτι ζῴην ἐγώ.

Στρεψιάδης

καὶ προσαπολεῖς ἄρ᾽ αὐτὰ πρὸς ταῖς δώδεκα.
καίτοι σε τοῦτό γ᾽ οὐχὶ βούλομαι παθεῖν,
ὁτιὴ 'κάλεσας εὐηθικῶς τὴν κάρδοπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: