previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
520οὕτω νικήσαιμί τ᾽ ἐγὼ καὶ νομιζοίμην σοφός,
ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
καὶ ταύτην σοφώτατ᾽ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,
πρώτους ἠξίωσ᾽ ἀναγεῦσ᾽ ὑμᾶς, παρέσχε μοι
ἔργον πλεῖστον: εἶτ᾽ ἀνεχώρουν ὑπ᾽ ἀνδρῶν φορτικῶν
525ἡττηθεὶς οὐκ ἄξιος ὤν: ταῦτ᾽ οὖν ὑμῖν μέμφομαι
τοῖς σοφοῖς, ὧν οὕνεκ᾽ ἐγὼ ταῦτ᾽ ἐπραγματευόμην.
ἀλλ᾽ οὐδ᾽ ὣς ὑμῶν ποθ᾽ ἑκὼν προδώσω τοὺς δεξιούς.
ἐξ ὅτου γὰρ ἐνθάδ᾽ ὑπ᾽ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,
σώφρων τε χὠ καταπύγων ἄριστ᾽ ἠκουσάτην,
530κἀγώ, παρθένος γὰρ ἔτ᾽ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,
ἐξέθηκα, παῖς δ᾽ ἑτέρα τις λαβοῦσ᾽ ἀνείλετο,
ὑμεῖς δ᾽ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε:
ἐκ τούτου μοι πιστὰ παρ᾽ ὑμῖν γνώμης ἔσθ᾽ ὅρκια.
νῦν οὖν Ἠλέκτραν κατ᾽ ἐκείνην ἥδ᾽ κωμῳδία
535ζητοῦσ᾽ ἦλθ᾽, ἤν που 'πιτύχῃ θεαταῖς οὕτω σοφοῖς:
γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ᾽: ἥτις πρῶτα μὲν
οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον
ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵν᾽ γέλως:
540οὐδ᾽ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχ᾽ εἵλκυσεν,
οὐδὲ πρεσβύτης λέγων τἄπη τῇ βακτηρίᾳ
τύπτει τὸν παρόντ᾽ ἀφανίζων πονηρὰ σκώμματα,
οὐδ᾽ εἰσῇξε δᾷδας ἔχουσ᾽, οὐδ᾽ ἰοὺ ἰοὺ βοᾷ,
ἀλλ᾽ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ᾽ ἐλήλυθεν.
545κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ,
οὐδ᾽ ὑμᾶς ζητῶ 'ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ᾽ εἰσάγων,
ἀλλ᾽ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,
οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς:
ὃς μέγιστον ὄντα Κλέων᾽ ἔπαισ᾽ ἐς τὴν γαστέρα,
550κοὐκ ἐτόλμησ᾽ αὖθις ἐπεμπηδῆσ᾽ αὐτῷ κειμένῳ.
οὗτοι δ᾽, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
τοῦτον δείλαιον κολετρῶσ᾽ ἀεὶ καὶ τὴν μητέρα.
Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
555προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ᾽, ἣν
Φρύνιχος πάλαι πεποίηχ᾽, ἣν τὸ κῆτος ἤσθιεν.
εἶθ᾽ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
ἄλλοι τ᾽ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
560ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω:
ἢν δ᾽ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ᾽ εὑρήμασιν,
ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (2):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, Dritte Deklination.
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, (Abundantia)
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: