previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεράπων

ἔλαιον ἡμῖν οὐκ ἔνεστ᾽ ἐν τῷ λύχνῳ.

Στρεψιάδης

οἴμοι: τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;
δεῦρ᾽ ἔλθ᾽ ἵνα κλάῃς.

Θεράπων
διὰ τί δῆτα κλαύσομαι;

Στρεψιάδης

ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
60μετὰ ταῦθ᾽, ὅπως νῷν ἐγένεθ᾽ υἱὸς οὑτοσί,
ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
περὶ τοὐνόματος δὴ 'ντεῦθεν ἐλοιδορούμεθα:
μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,
Ξάνθιππον Χαριππον Καλλιππίδην,
65ἐγὼ δὲ τοῦ πάππου 'τιθέμην Φειδωνίδην.
τέως μὲν οὖν ἐκρινόμεθ᾽: εἶτα τῷ χρόνῳ
κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.
τοῦτον τὸν υἱὸν λαμβάνουσ᾽ ἐκορίζετο,
ὅταν σὺ μέγας ὢν ἅρμ᾽ ἐλαύνῃς πρὸς πόλιν,
70ὥσπερ Μεγακλέης, ξυστίδ᾽ ἔχων.’ ἐγὼ δ᾽ ἔφην,
ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,
ὥσπερ πατήρ σου, διφθέραν ἐνημμένος.’
ἀλλ᾽ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
ἀλλ᾽ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
75νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ
μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,
ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
ἀλλ᾽ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
πῶς δῆτ᾽ ἂν ἥδιστ᾽ αὐτὸν ἐπεγείραιμι; πῶς;
80Φειδιππίδη Φειδιππίδιον.

Φειδιππίδης
τί πάτερ;

Στρεψιάδης

κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

Φειδιππίδης

ἰδού. τί ἔστιν;

Στρεψιάδης
εἰπέ μοι, φιλεῖς ἐμέ;

Φειδιππίδης

νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.

Στρεψιάδης

μὴ 'μοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον:
85οὗτος γὰρ θεὸς αἴτιός μοι τῶν κακῶν.
ἀλλ᾽ εἴπερ ἐκ τῆς καρδίας μ᾽ ὄντως φιλεῖς,
παῖ πιθοῦ.

Φειδιππίδης
τί οὖν πίθωμαι δῆτά σοι;

Στρεψιάδης

ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,
καὶ μάνθαν᾽ ἐλθὼν ἃν ἐγὼ παραινέσω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: