Λυσιστράτη
ἀλλ᾽ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ 'ς Πανὸς ἢ 'πὶ Κωλιάδ᾽ ἢ 'ς Γενετυλλίδος,
οὐδ᾽ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δ᾽ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή:
5πλὴν ἥ γ᾽ ἐμὴ κωμῆτις ἥδ᾽ ἐξέρχεται.
χαῖρ᾽ ὦ Καλονίκη.
Καλονίκη
καὶ σύ γ᾽ ὦ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζ᾽ ὦ τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστράτη
ἀλλ᾽ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
10καὶ πόλλ᾽ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι—
Καλονίκη
καὶ γάρ ἐσμεν νὴ Δία.
Λυσιστράτη
εἰρημένον δ᾽ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15εὕδουσι κοὐχ ἥκουσιν.
Καλονίκη
ἀλλ᾽ ὦ φιλτάτη
ἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος.
ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ᾽ ἐκύπτασεν,
ἡ δ᾽ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δ᾽ ἔλουσεν, ἡ δ᾽ ἐψώμισεν.
Λυσιστράτη
20ἀλλ᾽ ἕτερά τἄρ᾽ ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς.
Καλονίκη
τί δ᾽ ἐστὶν ὦ φίλη Λυσιστράτη,
ἐφ᾽ ὅ τι ποθ᾽ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι;
Λυσιστράτη
μέγα.
Καλονίκη
μῶν καὶ παχύ;
Λυσιστράτη
καὶ νὴ Δία παχύ.
Καλονίκη
κᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτη
25οὐχ οὗτος ὁ τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλ᾽ ἔστιν ὑπ᾽ ἐμοῦ πρᾶγμ᾽ ἀνεζητημένον
πολλαῖσί τ᾽ ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονίκη
ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστράτη
οὕτω γε λεπτὸν ὥσθ᾽ ὅλης τῆς Ἑλλάδος
30ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Καλονίκη
ἐν ταῖς γυναιξίν; ἐπ᾽ ὀλίγου γ᾽ ὠχεῖτ᾽ ἄρα.
Λυσιστράτη
ὡς ἔστ᾽ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτ᾽ εἶναι μήτε Πελοποννησίους—
Καλονίκη
βέλτιστα τοίνυν μηκέτ᾽ εἶναι νὴ Δία.
Λυσιστράτη
35Βοιωτίους τε πάντας ἐξολωλέναι.
Καλονίκη
μὴ δῆτα πάντας γ᾽, ἀλλ᾽ ἄφελε τὰς ἐγχέλεις.
Λυσιστράτη
περὶ τῶν Ἀθηνῶν δ᾽ οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν: ἀλλ᾽ ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσ᾽ αἱ γυναῖκες ἐνθάδε
40αἵ τ᾽ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Καλονίκη
τί δ᾽ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθ᾽ ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45καὶ Κιμμερίκ᾽ ὀρθοστάδια καὶ περιβαρίδας;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics