previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
χωροῦσ᾽, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.

Χορός

ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,
1075εἶτ᾽ εἴπαθ᾽ ἡμῖν πῶς ἔχοντες ἥκετε.

Λάκων

τί δεῖ ποθ᾽ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;
ὁρῆν γὰρ ἔξεσθ᾽ ὡς ἔχοντες ἵκομες.

Χορός

βαβαί: νενεύρωται μὲν ἥδε συμφορὰ
δεινῶς, †τεθερμῶσθαί γεχεῖρον φαίνεται.

Λάκων

1080ἄφατα. τί κα λέγοι τις; ἀλλ᾽ ὅπᾳ σέλει
παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.

Χορός

καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας
ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
θαἰμάτι᾽ ἀποστέλλοντας: ὥστε φαίνεται
1085ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.

Ἀθηναῖος

τίς ἂν φράσεις ποῦ᾽ στιν Λυσιστράτη;
ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.

Χορός

χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.
που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;

Ἀθηναῖος

1090μὰ Δί᾽ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
ὥστ᾽ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,
οὐκ ἔσθ᾽ ὅπως οὐ Κλεισθένη βινήσομεν.

Χορός

εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ᾽, ὅπως
τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.

Ἀθηναῖος

1095νὴ τὸν Δί᾽ εὖ μέντοι λέγεις.

Λάκων
ναὶ τὼ σιὼ
παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.

Ἀθηναῖος

χαίρετ᾽ Λάκωνες: αἰσχρά γ᾽ ἐπάθομεν.

Λάκων

Πολυχαρείδα δεινά κ᾽ αὖ 'πεπόνθεμες,
αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.

Ἀθηναῖος

1100ἄγε δὴ Λάκωνες αὔθ᾽ ἕκαστα χρὴ λέγειν.
ἐπὶ τί πάρεστε δεῦρο;

Λάκων
περὶ διαλλαγᾶν
πρέσβεις.

Ἀθηναῖος
καλῶς δὴ λέγετε: χἠμεῖς τουτογί.
τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,
ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;

Λάκων

1105ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.

Ἀθηναῖος

ἀλλ᾽ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν:
αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ᾽ ἐξέρχεται.


Χορός

χαῖρ᾽ πασῶν ἀνδρειοτάτη: δεῖ δὴ νυνί σε γενέσθαι
δεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον:
1110ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι
συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ᾽ ἐπέτρεψαν.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, The Article
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: