previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀθηναῖος Α.

ἄνοιγε τὴν θύραν: παραχωρεῖν οὐ θέλεις;
ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι
ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.
οὐκ ἂν ποιήσαιμ᾽. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,
1220ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.

Ἀθηναῖος Β

χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.

Ἀθηναῖος Α.

οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.
οὐκ ἄπιθ᾽, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν
καθ᾽ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;

Ἀθηναῖος Β.

1225οὔπω τοιοῦτον συμπόσιον ὄπωπ᾽ ἐγώ.
καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί:
ἡμεῖς δ᾽ ἐν οἴνῳ συμπόται σοφώτατοι.

Ἀθηναῖος Α.

ὀρθῶς γ᾽, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν:
ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,
1230μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.
νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα
νήφοντες, εὐθὺς βλέπομεν τι ταράξομεν:
ὥσθ᾽ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,
δ᾽ οὐ λέγουσι, ταῦθ᾽ ὑπονενοήκαμεν,
1235ἀγγέλλομεν δ᾽ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.
νυνὶ δ᾽ ἅπαντ᾽ ἤρεσκεν: ὥστ᾽ εἰ μέν γέ τις
ᾁδοι Τελαμῶνος, Κλειταγόρας ᾁδειν δέον,
ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν.
ἀλλ᾽ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν
1240ἐς ταὐτόν. οὐκ ἐρρήσετ᾽ μαστιγίαι;

Ἀθηναῖος Β.

νὴ τὸν Δί᾽ ὡς ἤδη γε χωροῦσ᾽ ἔνδοθεν.

Λάκων

Πολυχαρείδα λαβὲ τὰ φυσατήρια,
ἵν᾽ ἐγὼ διποδιάξω τε κἀείσω καλὸν
ἐς τὼς Ἀσαναίως τεκαὶ ἐς ἡμᾶς ἅμα †.

Ἀθηναῖος

1245λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν,
ὡς ἥδομαί γ᾽ ὑμᾶς ὁρῶν ὀρχουμένους.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: