next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λυσιστράτη

ἀλλ᾽ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
'ς Πανὸς 'πὶ Κωλιάδ᾽ 'ς Γενετυλλίδος,
οὐδ᾽ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δ᾽ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή:
5πλὴν γ᾽ ἐμὴ κωμῆτις ἥδ᾽ ἐξέρχεται.
χαῖρ᾽ Καλονίκη.

Καλονίκη
καὶ σύ γ᾽ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζ᾽ τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.

Λυσιστράτη

ἀλλ᾽ Καλονίκη κάομαι τὴν καρδίαν,
10καὶ πόλλ᾽ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι

Καλονίκη
καὶ γάρ ἐσμεν νὴ Δία.

Λυσιστράτη

εἰρημένον δ᾽ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15εὕδουσι κοὐχ ἥκουσιν.

Καλονίκη
ἀλλ᾽ φιλτάτη
ἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος.
μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ᾽ ἐκύπτασεν,
δ᾽ οἰκέτην ἤγειρεν, δὲ παιδίον
κατέκλινεν, δ᾽ ἔλουσεν, δ᾽ ἐψώμισεν.

Λυσιστράτη

20ἀλλ᾽ ἕτερά τἄρ᾽ ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς.

Καλονίκη
τί δ᾽ ἐστὶν φίλη Λυσιστράτη,
ἐφ᾽ τι ποθ᾽ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι;

Λυσιστράτη
μέγα.

Καλονίκη
μῶν καὶ παχύ;

Λυσιστράτη

καὶ νὴ Δία παχύ.

Καλονίκη
κᾆτα πῶς οὐχ ἥκομεν;

Λυσιστράτη

25οὐχ οὗτος τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλ᾽ ἔστιν ὑπ᾽ ἐμοῦ πρᾶγμ᾽ ἀνεζητημένον
πολλαῖσί τ᾽ ἀγρυπνίαισιν ἐρριπτασμένον.

Καλονίκη

πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.

Λυσιστράτη

οὕτω γε λεπτὸν ὥσθ᾽ ὅλης τῆς Ἑλλάδος
30ἐν ταῖς γυναιξίν ἐστιν σωτηρία.

Καλονίκη

ἐν ταῖς γυναιξίν; ἐπ᾽ ὀλίγου γ᾽ ὠχεῖτ᾽ ἄρα.

Λυσιστράτη

ὡς ἔστ᾽ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
μηκέτ᾽ εἶναι μήτε Πελοποννησίους

Καλονίκη

βέλτιστα τοίνυν μηκέτ᾽ εἶναι νὴ Δία.

Λυσιστράτη

35Βοιωτίους τε πάντας ἐξολωλέναι.

Καλονίκη

μὴ δῆτα πάντας γ᾽, ἀλλ᾽ ἄφελε τὰς ἐγχέλεις.

Λυσιστράτη

περὶ τῶν Ἀθηνῶν δ᾽ οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν: ἀλλ᾽ ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσ᾽ αἱ γυναῖκες ἐνθάδε
40αἵ τ᾽ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.

Καλονίκη

τί δ᾽ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
λαμπρόν, αἳ καθήμεθ᾽ ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45καὶ Κιμμερίκ᾽ ὀρθοστάδια καὶ περιβαρίδας;

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: