previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Λυσιστράτη

ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρ᾽ ὡς ἐμὲ
830ταχέως.

Γυνή
τί δ᾽ ἔστιν; εἰπέ μοι τίς βοή;

Λυσιστράτη

ἄνδρ᾽ ἄνδρ᾽ ὁρῶ προσιόντα παραπεπληγμένον,
τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.
πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου
μεδέουσ᾽, ἴθ᾽ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.

Γυνή

835ποῦ δ᾽ ἐστὶν ὅστις ἐστί;

Λυσιστράτη
παρὰ τὸ τῆς Χλόης.

Γυνὴ

νὴ Δί᾽ ἔστι δῆτα. τίς κἀστίν ποτε;

Λυσιστράτη

ὁρᾶτε: γιγνώσκει τις ὑμῶν;

Μυρρίνη
νὴ Δία
ἔγωγε: κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.

Λυσιστράτη

σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν
840κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,
καὶ πάνθ᾽ ὑπέχειν πλὴν ὧν σύνοιδεν κύλιξ.

Μυρρίνη

ἀμέλει ποιήσω ταῦτ᾽ ἐγώ.

Λυσιστράτη
καὶ μὴν ἐγὼ
ξυνηπεροπεύσω σοι παραμένουσ᾽ ἐνθαδί,
καὶ ξυσταθεύσω τοῦτον. ἀλλ᾽ ἀπέλθετε.

Κινησίας

845οἴμοι κακοδαίμων, οἷος σπασμός μ᾽ ἔχει
χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.

Λυσιστράτη

τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;

Κινησίας
ἐγώ.

Λυσιστράτη

ἀνήρ;

Κινησίας
ἀνὴρ δῆτ᾽.

Λυσιστράτη
οὐκ ἄπει δῆτ᾽ ἐκποδών;

Κινησίας

σὺ δ᾽ εἶ τίς ἡκβάλλουσά μ᾽;

Λυσιστράτη
ἡμεροσκόπος.

Κινησίας

850πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.

Λυσιστράτη

ἰδοὺ καλέσω 'γὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;

Κινησίας

ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.

Λυσιστράτη

χαῖρε φίλτατ᾽: οὐ γὰρ ἀκλεὲς τοὔνομ
τὸ σὸν παρ᾽ ἡμῖν ἐστιν οὐδ᾽ ἀνώνυμον.
855ἀεὶ γὰρ γυνή σ᾽ ἔχει διὰ στόμα.
κἂν ᾠὸν μῆλον λάβῃ, ‘Κινησίᾳ
τουτὶ γένοιτο,’ φησίν.

Κινησίας
πρὸς τῶν θεῶν.

Λυσιστράτη

νὴ τὴν Ἀφροδίτην: κἂν περὶ ἀνδρῶν γ᾽ ἐμπέσῃ
λόγος τις, εἴρηκ᾽ εὐθέως σὴ γυνὴ
860ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.

Κινησίας

ἴθι νυν κάλεσον αὐτήν.

Λυσιστράτη
τί οὖν; δώσεις τί μοι;

Κινησίας

ἔγωγέ σοι νὴ τὸν Δί᾽, ἢν βούλῃ γε σύ:
ἔχω δὲ τοῦθ᾽: ὅπερ οὖν ἔχω, δίδωμί σοι.

Λυσιστράτη

φέρε νυν καλέσω καταβᾶσά σοι.

Κινησίας
ταχύ νυν πάνυ.
865ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,
ἐξ οὗπερ αὕτη 'ξῆλθεν ἐκ τῆς οἰκίας:
ἀλλ᾽ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ
εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις
χάριν οὐδεμίαν οἶδ᾽ ἐσθίων: ἔστυκα γάρ.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: