previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρυγαῖος

οἴμ᾽ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.
μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ:
175ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,
κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον.
ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ,
καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.
τίς ἐν Διὸς θύραισιν; οὐκ ἀνοίξετε;

Ἑρμῆς

180πόθεν βροτοῦ με προσέβαλ᾽; ὦναξ Ἡράκλεις
τουτὶ τί ἐστι τὸ κακόν;

Τρυγαῖος
ἱπποκάνθαρος.

Ἑρμῆς

βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
πῶς δεῦρ᾽ ἀνῆλθες μιαρῶν μιαρώτατε;
185τί σοί ποτ᾽ ἔστ᾽ ὄνομ᾽; οὐκ ἐρεῖς;

Τρυγαῖος
μιαρώτατος.

Ἑρμῆς

ποδαπὸς τὸ γένος δ᾽ εἶ; φράζε μοι.

Τρυγαῖος
μιαρώτατος.

Ἑρμῆς

πατὴρ δέ σοι τίς ἐστ᾽;

Τρυγαῖος
ἐμοί; μιαρώτατος.

Ἑρμῆς

οὔτοι μὰ τὴν γῆν ἔσθ᾽ ὅπως οὐκ ἀποθανεῖ,
εἰ μὴ κατερεῖς μοι τοὔνομ᾽ τι ποτ᾽ ἔστι σοι.

Τρυγαῖος

190Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός,
οὐ συκοφάντης οὐδ᾽ ἐραστὴς πραγμάτων.

Ἑρμῆς

ἥκεις δὲ κατὰ τί;

Τρυγαῖος
τὰ κρέα ταυτί σοι φέρων.

Ἑρμῆς

δειλακρίων πῶς ἦλθες;

Τρυγαῖος
γλίσχρων ὁρᾷς
ὡς οὐκέτ᾽ εἶναί σοι δοκῶ μιαρώτατος;
195ἴθι νυν κάλεσόν μοι τὸν Δί᾽.

Ἑρμῆς
ἰὴ ἰὴ ἰή,
ὅτι οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν:
φροῦδοι γὰρ ἐχθές εἰσιν ἐξῳκισμένοι.

Τρυγαῖος

ποῖ γῆς;

Ἑρμῆς
ἰδοὺ γῆς.

Τρυγαῖος
ἀλλὰ ποῖ;

Ἑρμῆς
πόρρω πάνυ;
ὑπ᾽ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: