previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρυγαῖος

200πῶς οὖν σὺ δῆτ᾽ ἐνταῦθα κατελείφθης μόνος;

Ἑρμῆς

τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,
χυτρίδια καὶ σανίδια κἀμφορείδια.

Τρυγαῖος

ἐξῳκίσαντο δ᾽ οἱ θεοὶ τίνος οὕνεκα;

Ἑρμῆς

Ἕλλησιν ὀργισθέντες. εἶτ᾽ ἐνταῦθα μὲν
205ἵν᾽ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,
ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς τι βούλεται:
αὐτοὶ δ᾽ ἀνῳκίσανθ᾽ ὅπως ἀνωτάτω,
ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι
μηδ᾽ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.

Τρυγαῖος

210τοῦ δ᾽ οὕνεχ᾽ ἡμᾶς ταῦτ᾽ ἔδρασαν; εἰπέ μοι.

Ἑρμῆς

ὁτιὴ πολεμεῖν ᾑρεῖσθ᾽ ἐκείνων πολλάκις
σπονδὰς ποιούντων: κεἰ μὲν οἱ Λακωνικοὶ
ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί:
ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν.’
215εἰ δ᾽ αὖ τι πράξαιτ᾽ ἀγαθὸν ἁττικωνικοί
κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,
ἐλέγετ᾽ ἂν ὑμεῖς εὐθύς: ‘ἐξαπατώμεθα
νὴ τὴν Ἀθηνᾶν, νὴ Δί᾽, οὐχὶ πειστέον:
ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.’

Τρυγαῖος

220 γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.

Ἑρμῆς

ὧν οὕνεκ᾽ οὐκ οἶδ᾽ εἴ ποτ᾽ Εἰρήνην ἔτι
τὸ λοιπὸν ὄψεσθ᾽.

Τρυγαῖος
ἀλλὰ ποῖ γὰρ οἴχεται;

Ἑρμῆς

Πόλεμος αὐτὴν ἐνέβαλ᾽ εἰς ἄντρον βαθύ.

Τρυγαῖος

ἐς ποῖον;

Ἑρμῆς
ἐς τουτὶ τὸ κάτω, κἄπειθ᾽ ὁρᾷς
225ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,
ἵνα μὴ λάβητε μηδέποτ᾽ αὐτήν.

Τρυγαῖος
εἰπέ μοι,
ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;

Ἑρμῆς

οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας
ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.

Τρυγαῖος

230τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;

Ἑρμῆς

τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.
ἀλλ᾽ εἶμι: καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν
μέλλει: θορυβεῖ γοῦν ἔνδον.

Τρυγαῖος
οἴμοι δείλαιος.
φέρ᾽ αὐτὸν ἀποδρῶ: καὶ γὰρ ὥσπερ ᾐσθόμην
235καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.

Πόλεμος

ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,
ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.

Τρυγαῖος

ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,
ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
240ἆρ᾽ οὗτός ἐστ᾽ ἐκεῖνος ὃν καὶ φεύγομεν,
δεινός, ταλαύρινος, κατὰ τοῖν σκελοῖν;

Πόλεμος

ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις
καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.

Τρυγαῖος

τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω:
245τὸ γὰρ κακὸν τοῦτ᾽ ἐστὶ τῆς Λακωνικῆς.

Πόλεμος

Μέγαρα Μέγαρ᾽ ὡς ἐπιτετρίψεσθ᾽ αὐτίκα
ἁπαξάπαντα καταμεμυττωτευμένα.

Τρυγαῖος

βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα
τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: