Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἑρμῆς
500ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε;
μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη:
πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω
ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε:
505οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
ἀλλ᾽ εἴπερ ἐπιθυμεῖτε τήνδ᾽ ἐξελκύσαι,
πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε. Χορός
ἄγ᾽ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθ᾽ οἱ γεωργοί. Ἑρμῆς
χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν. Χορός
510χωρεῖν τὸ πρᾶγμά φησιν: ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ. Τρυγαῖος
οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.