previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρυγαῖος

ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων:
μή μοι σοβαρῶς χώρει λίαν
εὐθὺς ἀπ᾽ ἀρχῆς ῥώμῃ πίσυνος,
85πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς
ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σ᾽:
εἰ δὲ ποιήσεις τοῦτο, κατ᾽ οἴκους
αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.

Οἰκέτης Α

90 δέσποτ᾽ ἄναξ ὡς παραπαίεις.

Τρυγαῖος

σίγα σίγα.

Οἰκέτης Α

ποῖ δῆτ᾽ ἄλλως μετεωροκοπεῖς;

Τρυγαῖος

ὑπὲρ Ἑλλήνων πάντων πέτομαι
τόλμημα νέον παλαμησάμενος.

Οἰκέτης Α

95τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις;

Τρυγαῖος

εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον
μηδὲν γρύζειν ἀλλ᾽ ὀλολύζειν:
τοῖς τ᾽ ἀνθρώποισι φράσον σιγᾶν,
τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας
100καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν
καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.


Οἰκέτης Α

οὐκ ἔσθ᾽ ὅπως σιγήσομ᾽, ἢν μή μοι φράσῃς
ὅποι πέτεσθαι διανοεῖ.

Τρυγαῖος
τί δ᾽ ἄλλο γ᾽
ὡς τὸν Δί᾽ ἐς τὸν οὐρανόν;

Οἰκέτης Α
τίνα νοῦν ἔχων;

Τρυγαῖος

105ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι
ἁπαξαπάντων τι ποιεῖν βουλεύεται.

Οἰκέτης Α

ἐὰν δὲ μή σοι καταγορεύῃ;

Τρυγαῖος
γράψομαι
Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.

Οἰκέτης Α

μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γ᾽ ἐμοῦ.

Τρυγαῖος

110οὐκ ἔστι παρὰ ταῦτ᾽ ἄλλ᾽.

Οἰκέτης Α
ἰοὺ ἰοὺ ἰού:
παιδί᾽ πατὴρ ἀπολιπὼν ἀπέρχεται
ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ.
ἀλλ᾽ ἀντιβολεῖτε τὸν πατέρ κακοδαίμονα.


Παιδίον

πάτερ πάτερ ἆρ᾽ ἔτυμός γε
115δώμασιν ἡμετέροις φάτις ἥκει,
ὡς σὺ μετ᾽ ὀρνίθων προλιρὼν ἐμὲ
ἐς κόρακας βαδιεῖ μεταμώνιος;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: