previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οἰκέτης

ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;

Τρυγαῖος

τί δ᾽ ἄλλο γ᾽ ταύτην χύτραις ἱδρυτέον;

Χορός

χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;

Τρυγαῖος

925τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ;

Χορός

βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.

Τρυγαῖος

ἀλλ᾽ ὑὶ παχείᾳ καὶ μεγάλῃ;

Χορός
μὴ μή.

Τρυγαῖος
τιή;

Χορός

ἵνα μὴ γένηται Θεογένους ὑηνία.

Τρυγαῖος

τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;

Χορός
ὀί.

Τρυγαῖος

930ὀί;

Χορός
ναὶ μὰ Δί᾽.

Τρυγαῖος
ἀλλὰ τοῦτό γ᾽ ἔστ᾽ Ἰωνικὸν
τὸ ῥῆμ᾽.

Χορός
ἐπίτηδές γ᾽, ἵν᾽ ὅταν ἐν τἠκκλησίᾳ
ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι
ὑπὸ τοῦ δέους λέγωσ᾽ Ἰωνικῶς ὀὶ

Τρυγαῖος

εὖ τοι λέγεις.

Χορός
καὶ τἄλλα γ᾽ ὦσιν ἤπιοι.
935ὥστ᾽ ἐσόμεθ᾽ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους
καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.

Τρυγαῖος

ἴθι νυν ἄγ᾽ ὡς τάχιστα τὸ πρόβατον λαβών:
ἐγὼ δὲ ποριῶ βωμὸν ἐφ᾽ ὅτου θύσομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: