previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ξανθίας

85ἄλλως φλυαρεῖτ᾽: οὐ γὰρ ἐξευρήσετε.
εἰ δὴ 'πιθυμεῖτ᾽ εἰδέναι, σιγᾶτε νῦν.
φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.
φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ,
ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει
90ἢν μὴ 'πὶ τοῦ πρώτου καθίζηται ξύλου.
ὕπνου δ᾽ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην.
ἢν δ᾽ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ
νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.
ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ᾽ ἔχειν εἰωθέναι
95τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,
ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.
καὶ νὴ Δί᾽ ἢν ἴδῃ γέ που γεγραμμένον
υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,
ἰὼν παρέγραψε πλησίονκημὸς καλός.’
100τὸν ἀλεκτρυόνα δ᾽, ὃς ᾖδ᾽ ἀφ᾽ ἑσπέρας, ἔφη
ὄψ᾽ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,
παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.
εὐθὺς δ᾽ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,
κἄπειτ᾽ ἐκεῖσ᾽ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
105ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.
ὑπὸ δυσκολίας δ᾽ ἅπασι τιμῶν τὴν μακρὰν
ὥσπερ μέλιττ᾽ βομβυλιὸς εἰσέρχεται
ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.
ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
110ἵν᾽ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.
τοιαῦτ᾽ ἀλύει: νουθετούμενος δ᾽ ἀεὶ
μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν
μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ 'ξίῃ.
γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
115καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος
ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον
μηδ᾽ ἐξιέναι θύραζ᾽, δ᾽ οὐκ ἐπείθετο.
εἶτ᾽ αὐτὸν ἀπέλου κἀκάθαιρ᾽, δ᾽ οὐ μάλα.
μετὰ τοῦτ᾽ ἐκορυβάντιζ᾽, δ᾽ αὐτῷ τυμπάνῳ
120ᾁξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.
ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,
διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν
νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,
δ᾽ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
125ἐντεῦθεν οὐκέτ᾽ αὐτὸν ἐξεφρίεμεν,
δ᾽ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν
καὶ τῶν ὀπῶν: ἡμεῖς δ᾽ ὅσ᾽ ἦν τετρημένα
ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,
δ᾽ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
130ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτ᾽ ἐξήλλετο.
ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις
καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.
ἔστιν δ᾽ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων
ναὶ μὰ Δία, τῷ δ᾽ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
135ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: