previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ξανθίας

νὴ τὸν Διόνυσον ἄπορά γ᾽ ἡμῖν πράγματα
1475δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν.
γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
ἤκουσέ τ᾽ αὐλοῦ, περιχαρὴς τῷ πράγματι
ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
τἀρχαἶ ἐκεῖν᾽ οἷς Θέσπις ἠγωνίζετο:
1480καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους
τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.


Φιλοκλέων

τίς ἐπ᾽ αὐλείοισι θύραις θάσσει;

Ξανθίας

τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.

Φιλοκλέων

κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
1485σχήματος ἀρχὴ

Ξανθίας

μᾶλλον δέ γ᾽ ἴσως μανίας ἀρχή.

Φιλοκλέων

πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης:
οἶον μυκτὴρ μυκᾶται καὶ
σφόνδυλος ἀχεῖ.

Ξανθίας
πῖθ᾽ ἑλλέβορον.

Φιλοκλέων

1490πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ

Ξανθίας

τάχα βαλλήσεις.

Φιλοκλέων

σκέλος οὐράνιόν γ᾽ ἐκλακτίζων.
πρωκτὸς χάσκει.

Ξανθίας
κατὰ σαυτὸν ὅρα.

Φιλοκλέων

νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
1495στρέφεται χαλαρὰ κοτυληδών.


Φιλοκλέων

οὐκ εὖ;

Βδελυκλέων
μὰ Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ μανικὰ πράγματα.

Φιλοκλέων

θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
ἐμοὶ διορχησόμενος ἐνθάδ᾽ εἰσίτω.
1500φησίν τις οὐδείς;

Ξανθίας
εἶς γ᾽ ἐκεινοσὶ μόνος.

Φιλοκλέων

τίς κακοδαίμων ἐστίν;

Ξανθίας
υἱὸς Καρκίνου
μέσατος.

Φιλοκλέων
ἀλλ᾽ οὗτός γε καταποθήσεται:
ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστ᾽.

Ξανθίας
ἀλλ᾽ ᾠζυρὲ
1505ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,
ἀδελφὸς αὐτοῦ.

Φιλοκλέων
νὴ Δί᾽ ὠψώνηκ᾽ ἄρα.

Ξανθίας

μὰ τὸν Δί᾽ οὐδέν γ᾽ ἄλλο πλήν γε καρκίνους:
προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.

Φιλοκλέων

τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς φάλαγξ;

Ξανθίας

1510 πινοτήρης οὗτός ἐστι τοῦ γένους,
σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.

Φιλοκλέων

Καρκίν᾽ μακάριε τῆς εὐπαιδίας,
ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
ἀτὰρ καταβατέον γ᾽ ἐπ᾽ αὐτούς μ᾽: ᾠζυρέ,
1515ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: