previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κύων

αὗ αὗ.

Βδελυκλέων

πάρεστιν οὗτος.

Φιλοκλέων
ἕτερος οὗτος αὖ Λάβης.

Βδελυκλέων

ἀγαθός γ᾽ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
905σίγα, κάθιζε: σὺ δ᾽ ἀναβὰς κατηγόρει.

Φιλοκλέων

φέρε νυν ἅμα τήνδ᾽ ἐγχεάμενος κἀγὼ ῥοφῶ.

Σωσίας

τῆς μὲν γραφῆς ἠκούσαθ᾽ ἣν ἐγραψάμην
ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ
ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
910ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
κατεσικέλιζε κἀνέπλητ᾽ ἐν τῷ σκότῳ

Φιλοκλέων

νὴ τὸν Δί᾽ ἀλλὰ δῆλός ἐστ᾽: ἔμοιγέ τοι
τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
βδελυρὸς οὗτος.

Σωσίας
κοὐ μετέδωκ᾽ αἰτοῦντί μοι.
915καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,
ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;

Φιλοκλέων

οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ᾽ ἐμοί.
θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.

Βδελυκλέων

πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκ᾽ πάτερ,
920πρὶν ἄν γ᾽ ἀκούσῃς ἀμφοτέρων.

Φιλοκλέων
ἀλλ᾽ ὦγαθὲ
τὸ πρᾶγμα φανερόν ἐστιν: αὐτὸ γὰρ βοᾷ.

Σωσίας

μή νυν ἀφῆτέ γ᾽ αὐτόν, ὡς ὄντ᾽ αὖ πολὺ
κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,
ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
925ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.

Φιλοκλέων

ἐμοὶ δέ γ᾽ οὐκ ἔστ᾽ οὐδὲ τὴν ὑδρίαν πλάσαι.

Σωσίας

πρὸς ταῦτα τοῦτον κολάσατ᾽: οὐ γὰρ ἄν ποτε
τρέφειν δύναιτ᾽ ἂν μία λόχμη κλέπτα δύο:
ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ:
930ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.

Φιλοκλέων

ἰοὺ ἰού.
ὅσας κατηγόρησε τὰς πανουργίας.
κλέπτον τὸ χρῆμα τἀνδρός: οὐ καὶ σοὶ δοκεῖ
ὦλεκτρυόν; νὴ τὸν Δί᾽ ἐπιμύει γέ τοι.
935 θεσμοθέτης: ποῦ 'σθ᾽ οὗτος; ἀμίδα μοι δότω.

Βδελυκλέων

αὐτὸς καθελοῦ: τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
940ἀλλ᾽ ἔτι σύ γ᾽ οὐρεῖς καὶ καθίζεις οὐδέπω;

Φιλοκλέων

τοῦτον δέ γ᾽ οἶμ᾽ ἐγὼ χεσεῖσθαι τήμερον.

Βδελυκλέων

οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ᾽ ὀδὰξ ἔχει;
ἀνάβαιν᾽, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.

Φιλοκλέων

945ἀλλ᾽ οὐκ ἔχειν οὗτός γ᾽ ἔοικεν τι λέγῃ.

Βδελυκλέων

οὔκ, ἀλλ᾽ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης:
ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
πάρεχ᾽ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
950χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου
ὑπεραποκρίνεσθαι κυνός, λέξω δ᾽ ὅμως.
ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: