previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα μὲν οὖν ἐν τοῖς ὕστερον συνέβη γενέσθαι καιροῖς, τότε δὲ κύριος δῆμος γενόμενος τῶν πραγμάτων, ἐνεστήσατο τὴν νῦν οὖσαν πολιτείαν, ἐπὶ Πυθοδώρου μὲν ἄρχοντος δοκοῦντος δὲ δικαίως τοῦ δήμου λαβεῖν τὴν πολιτείαν, διὰ τὸ ποιήσασθαι τὴν κάθοδον δι᾽ αὑτοῦ τὸν δῆμον. [2] ἦν δὲ τῶν μεταβολῶν ἑνδεκάτη τὸν ἀριθμὸν αὕτη. πρώτη μὲν γὰρ ἐγένετο μετάστασις τῶν ἐξ ἀρχῆς Ἴωνος καὶ τῶν μετ᾽ αὐτοῦ συνοικησάντων: τότε γὰρ πρῶτον εἰς τὰς τέτταρας συνενεμήθησαν φυλάς, καὶ τοὺς φυλοβασιλέας κατέστησαν. δευτέρα δὲ καὶ πρώτη μετὰ ταύτην ἔχουσά τι πολιτείας τάξις ἐπὶ Θησέως γενομένη, μικρὸν παρεγκλίνουσα τῆς βασιλικῆς. μετὰ δὲ ταύτην ἐπὶ Δράκοντος, ἐν καὶ νόμους ἀνέγραψαν πρῶτον. τρίτη δ᾽ μετὰ τὴν στάσιν ἐπὶ Σόλωνος, ἀφ᾽ ἧς ἀρχὴ δημοκρατίας ἐγένετο. τετάρτη δ᾽ ἐπὶ Πεισιστράτου τυραννίς. πέμπτη δ᾽ μετὰ τὴν τῶν τυράννων κατάλυσιν Κλεισθένους, δημοτικωτέρα τῆς Σόλωνος. ἕκτη δ᾽ μετὰ τὰ Μηδικά, τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστατούσης. ἑβδόμη δὲ μετὰ ταύτην, ἣν Ἀριστείδης μὲν ὑπέδειξεν, Ἐφιάλτης δ᾽ ἐπετέλεσεν, καταλύσας τὴν Ἀρεοπαγῖτιν βουλήν: ἐν πλεῖστα συνέβη τὴν πόλιν διὰ τοὺς δημαγωγοὺς ἁμαρτάνειν διὰ τὴν τῆς θαλάττης ἀρχήν. ὀγδόη δ᾽ τῶν τετρακοσίων κατάστασις, καὶ μετὰ ταύτην, ἐνάτη δέ, δημοκρατία πάλιν. δεκάτη δ᾽ τῶν τριάκοντα καὶ τῶν δέκα τυραννίς. ἑνδεκάτη δ᾽ μετὰ τὴν ἀπὸ Φυλῆς καὶ ἐκ Πειραιέως κάθοδον, ἀφ᾽ ἧς διαγεγένηται μέχρι τῆς νῦν, ἀεὶ προσεπιλαμβάνουσα τῷ πλήθει τὴν ἐξουσίαν. ἁπάντων γὰρ αὐτὸς αὑτὸν πεποίηκεν δῆμος κύριον, καὶ πάντα διοικεῖται ψηφίσμασιν καὶ δικαστηρίοις, ἐν οἷς δῆμός ἐστιν κρατῶν. καὶ γὰρ αἱ τῆς βουλῆς κρίσεις εἰς τὸν δῆμον ἐληλύθασιν. καὶ τοῦτο δοκοῦσι ποιεῖν ὀρθῶς: εὐδιαφθορώτεροι γὰρ ὀλίγοι τῶν πολλῶν εἰσιν καὶ κέρδει καὶ χάρισιν. [3] μισθοφόρον δ᾽ ἐκκλησίαν τὸ μὲν πρῶτον ἀπέγνωσαν ποιεῖν: οὐ συλλεγομένων δ᾽ εἰς τὴν ἐκκλησίαν, ἀλλὰ πολλὰ σοφιζομένων τῶν πρυτάνεων, ὅπως προσιστῆται τὸ πλῆθος πρὸς τὴν ἐπιͅκύρωσιν τῆς χειροτονίας, πρῶτον μὲν Ἀγύρριος ὀβολὸν ἐπόρισεν, μετὰ δὲ τοῦτον Ἡρακλείδης Κλαζομένιος βασιλεὺς ἐπικαλούμενος διώβολον, πάλιν δ᾽ Ἀγύρριος τριώβολον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: