previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δὲ κιβώτια τὰ δέκα κεῖται ἐν τ̣ῷ ἔμπροσθεν τ̣ῆς εἰσόδου καθ᾽ ἑκάστην τὴν φυλήν. ἐπιγέγραπται δ᾽ ἐπ᾽ αὐτῶν τὰ στ̣ο̣ιχεῖα μέχρι τοῦ κ. ἐπειδὰν δ᾽ ἐμβάλωσιν οἱ δικασταὶ τὰ πινάκια εἰς τὸ κιβώτιον, ἐφ᾽ οὗ ἂν ἐπιγεγραμμένον τὸ γράμμα τὸ αὐτὸ ὅπερ ἐπὶ τῷ πινακίῳ ἐστὶν αὐτῷ τῶν στοιχείων, διασείσαντος τοῦ ὑπηρέτου ἕλκει θεσμοθέτης ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν. [2] οὗτος δὲ καλεῖται ἐμπήκτης, καὶ ἐμπήγνυσι τὰ πινάκια τὰ ἐκ τοῦ κιβωτίου εἰς τὴν κανονίδα, ἐφ᾽ ἧς τὸ αὐτὸ γράμμα ἔπεστιν ὅπερ ἐπὶ τοῦ κιβωτίου. κ̣ληροῦται δ᾽ οὗτος, ἵνα μὴ ἀεὶ αὐτὸς ἐμπηγνύων κακουργῇ. εἰσὶ δὲ κανονίδες πέντε ἐν ἑκάστῳ τῶν κληρωτηρίων. [3] ὅταν δὲ ἐμβάλῃ τοὺς κύβους, ἄρχων τὴν φυλὴν κληροῖ κατὰ κληρωτήριον. εἰσὶ δὲ κύβοι χα̣λκοῖ, μέλανες καὶ λευκοί. ὅσους δ᾽ ἂν δέῃ λαχεῖν δικαστάς, τοσοῦτοι ἐμβάλλονται λευκοί, κατὰ πέντε πινάκια εἷς, οἱ δὲ μέλανες τὸν αὐτὸν τρόπον. ἐπειδὰν δ᾽ ἐξαιρῇ τοὺς κύβους, καλεῖ τοὺς εἰληχότας κήρυξ. ὑπάρχει δὲ καὶ ἐμπήκτης εἰς τὸν ἀριθμόν. [4] δὲ κληθεὶς καὶ ὑπακούσας ἕλκει βάλανον ἐκ τῆς ὑδρίας, καὶ ὀρέξας αὐτήν, ἀνέχων τὸ γράμμα, δείκνυσιν πρῶτον μὲν τῷ ἄρχοντι τῷ ἐφεστηκότι. δὲ ἄρχων ἐπειδὰν ἴδῃ, ἐμβάλλει τὸ πινάκιον αὐτοῦ εἰς τὸ κιβώτιον, ὅπου ἂν ἐπιγεγραμμένον τὸ αὐτὸ στοιχεῖον ὅπερ ἐν τῇ βαλάνῳ, ἵν᾽ εἰς οἷον ἂν λάχῃ εἰσίῃ καὶ μὴ εἰς οἷον ἂν βούληται, μηδὲ συναγαγεῖν εἰς δικαστήριον οὓς ἂν βούληταί τις. [5] παράκειται δὲ τῷ ἄρχοντι κιβώτια, ὅσαπερ ἂν μέλλῃ τὰ δικαστήρια πληρωθήσεσθαι, ἔχοντα στοιχεῖον ἕκαστον, ὅπερ ἂν τὸ τοῦ δικαστηρίου ἑκάστου εἰληχός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: