previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δὲ δημόσια τῶν δικαστηρίων ἐστὶ φα# ... σο ... ασιν: ὅταν δὲ δέῃ τὰς ... γραφὰς εἰς εἰσαγαγεῖν, συνέρχεται β# δικαστήρια εἰς τὴν ἡλιαίαν τα ... κ̣ν̣α̣.. εἰς φ# καὶ τρία δ̣ικαστήρια. [2] ψῆφοι δέ εἰσιν χαλκαῖ, αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις: οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν δύο ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις, ἵνα μήτε πλήρεις μήτε τετρυπημένας ἀμφοτέρας λαμβάνωσιν. δὲ ταύτην τὴν ἀρχὴν ε̣ἰ̣ληχὼς ἀπολαμβάνει τὰ σύμβολα, ἀνθ᾽ ὧν εἷς ἕκαστος ψηφιζόμενος λαμβάνει σύμβολον χαλκοῦν μετὰ τὸν γ# (ἀποδιδοὺς γὰρ γ# λαμβάνει), ἵνα ψηφίζωνται πάντες: οὐ γὰρ ἔστι λαβεῖν σύμβολον οὐδενί, ἐὰν μὴ ψηφίζηται. [3] εἰσὶ δὲ ἀμφορεῖς δύο κείμενοι ἐν τῷ δικαστηρίῳ, μὲν χαλκοῦς, δὲ ξύλινος, διαιρετοὶ ὅπως μὴ λάθῃ ὑποβάλλων τις ψήφους, εἰς οὓς ψηφίζονται οἱ δικασταί, μὲν χαλκοῦς κύριος, δὲ ξύλινος ἄκυρος, ἔχων χαλκοῦς ἐπίθημα διερρινημένον, ὥστ᾽ αὐτὴν μόνην χωρεῖν τὴν ψῆφον, ἵνα μὴ δύο αὐτὸς ἐμβάλλῃ. [4] ἐπειδὰν δὲ διαψηφίζεσθαι μέλλωσιν οἱ δικασταί, κήρυξ ἀγορεύει πρῶτον, ἂν ἐπισκήπτωνται οἱ ἀντίδικοι ταῖς μαρτυρίαις: οὐ γὰρ ἔστιν ἐπισκήψασθαι, ὅταν ἄρξωνται διαψηφίζεσθαι. ἔπειτα πάλιν ἀνακηρύττει "3 τετρυπημένη τοῦ πρότερον λέγοντος, δὲ πλήρης τοῦ ὕστερον λέγοντος."3 δὲ δικαστὴς λαβόμενος ἐκ τοῦ λυχνείου τὰς ψήφους, πιέζων τὸν αὐλίσκον τῆς ψήφου καὶ οὐ δεικνύων τοῖς ἀγωνιζομένοις οὔτε τὸ τετρυπημένον οὔτε τὸ πλῆρες, ἐμβάλλει τὴν μὲν κυρίαν εἰς τὸν χαλκοῦν ἀμφορέα, τὴν δὲ ἄκυρον εἰς τὸν ξύλινον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: