previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1220β] ἐθίζεται δὲ τὸ ὑπ᾽ ἀγωγῆς μὴ ἐμφύτου τῷ πολλάκις κινεῖσθαι πώς, οὕτως ἤδη τὸ ἐνεργητικόν, ἐν τοῖς ἀψύχοις οὐχ ὁρῶμενοὐδὲ γὰρ ἂν μυριάκις ῥίψῃς ἄνω τὸν λίθον, οὐδέποτε ποιήσει τοῦτο μὴ [5] βίᾳ), διὸ ἔστω τὸ ἦθος τοῦτο ψυχῆς κατὰ ἐπιτακτικὸν λόγον τοῦ ἀλόγου μέν, δυναμένου δ᾽ ἀκολουθεῖν τῷ λόγῳ ποιότης. λεκτέον δὴ κατὰ τί τῆς ψυχῆς ποιότης τὰ ἤθη. ἔστι δὲ κατά τε τὰς δυνάμεις τῶν παθημάτων, καθ᾽ ἃς ὡς παθητικοὶ λέγονται, καὶ κατὰ τὰς ἕξεις, καθ᾽ ἃς πρὸς τὰ πάθη ταῦτα λέγονται τῷ [10] πάσχειν πως ἀπαθεῖς εἶναι. μετὰ ταῦτα διαίρεσις ἐν τοῖς ἀπηλλαγμένοις τῶν παθημάτων καὶ τῶν δυνάμεων καὶ τῶν ἕξεων. λέγω δὲ πάθη μὲν τὰ τοιαῦτα, θυμὸν φόβον αἰδῶ ἐπιθυμίαν, ὅλως οἷς ἕπεται ὡς ἐπὶ τὸ πολὺ αἰσθητικὴ ἡδονὴ λύπη καθ᾽ αὑτά. καὶ κατὰ μὲν ταῦτα οὐκ [15] ἔστι ποιότης, ἀλλὰ πάσχει, κατὰ δὲ τὰς δυνάμεις ποιότης. λέγω δὲ τὰς δυνάμεις καθ᾽ ἃς λέγονται κατὰ τὰ πάθη οἱ ἐνεργοῦντες, οἷον ὀργίλος ἀνάλγητος ἐρωτικὸς αἰσχυντηλὸς ἀναίσχυντος. ἕξεις δέ εἰσιν ὅσαι αἴτιαί εἰσι τοῦ ταῦτα κατὰ λόγον ὑπάρχειν ἐναντίως, οἷον ἀνδρεία σωφροσύνη [20] δειλία ἀκολασία.

διωρισμένων δὲ τούτων, ληπτέον ὅτι ἐν ἅπαντι συνεχεῖ καὶ διαιρετῷ ἐστιν ὑπεροχὴ καὶ ἔλλειψις καὶ μέσον, καὶ ταῦτα πρὸς ἄλληλα πρὸς ἡμᾶς, οἷον ἐν γυμναστικῇ, ἐν ἰατρικῇ, ἐν οἰκοδομικῇ, ἐν κυβερνητικῇ, καὶ ἐν [25] ὁποιᾳοῦν πράξει, καὶ ἐπιστημονικῇ καὶ ἀνεπιστημονικῇ, καὶ τεχνικῇ καὶ ἀτέχνῳ. μὲν γὰρ κίνησις συνεχές, δὲ πρᾶξις κίνησις. ἐν πᾶσι δὲ τὸ μέσον τὸ πρὸς ἡμᾶς βέλτιστον: τοῦτο γάρ ἐστιν ὡς ἐπιστήμη κελεύει καὶ λόγος. πανταχοῦ δὲ τοῦτο καὶ ποιεῖ τὴν βελτίστην ἕξιν. καὶ τοῦτο [30] δῆλον διὰ τῆς ἐπαγωγῆς καὶ τοῦ λόγου. τὰ γὰρ ἐναντία [31] φθείρει ἄλληλα: τὰ δ᾽ ἄκρα καὶ ἀλλήλοις καὶ τῷ μέσῳ ἐναντία. τὸ γὰρ μέσον ἑκάτερον πρὸς ἑκάτερον ἐστίν, οἷον τὸ ἴσον τοῦ μὲν ἐλάττονος μεῖζον, τοῦ μείζονος δὲ ἔλαττον. ὥστ᾽ ἀνάγκη τὴν ἠθικὴν ἀρετὴν περὶ μέσ᾽ ἄττα εἶναι καὶ [35] μεσότητα τινά. ληπτέον ἄρα ποία μεσότης ἀρετή, καὶ περὶ ποῖα μέσα. εἰλήφθω δὴ παραδείγματος χάριν, καὶ θεωρείσθω ἕκαστον ἐκ τῆς ὑπογραφῆς.

ὀργιλότηςἀναλγησίαπραότης.
θρασύτηςδειλίαἀνδρεία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: