previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1055β] [1] τούτων δὲ πρῶτον ἀντίφασις, ἀντιφάσεως δὲ μηδέν ἐστι μεταξύ, τῶν δὲ ἐναντίων ἐνδέχεται, ὅτι μὲν οὐ ταὐτὸν ἀντίφασις καὶ τἀναντία δῆλον: δὲ στέρησις ἀντίφασίς τίς ἐστιν: γὰρ τὸ ἀδύνατον ὅλως ἔχειν, [5] ἂν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἐστέρηται ὅλως πὼς ἀφορισθένπολλαχῶς γὰρ ἤδη τοῦτο λέγομεν, ὥσπερ διῄρηται ἡμῖν ἐν ἄλλοις), ὥστ᾽ ἐστὶν στέρησις ἀντίφασίς τις ἀδυναμία διορισθεῖσα συνειλημμένη τῷ δεκτικῷ: διὸ ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ, στερήσεως δέ τινος ἔστιν: ἴσον [10] μὲν γὰρ οὐκ ἴσον πᾶν, ἴσον δ᾽ ἄνισον οὐ πᾶν, ἀλλ᾽ εἴπερ, μόνον ἐν τῷ δεκτικῷ τοῦ ἴσου. εἰ δὴ αἱ γενέσεις τῇ ὕλῃ ἐκ τῶν ἐναντίων, γίγνονται δὲ ἐκ τοῦ εἴδους καὶ τῆς τοῦ εἴδους ἕξεως ἐκ στερήσεώς τινος τοῦ εἴδους καὶ τῆς μορφῆς, δῆλον ὅτι μὲν ἐναντίωσις στέρησις ἂν εἴη πᾶσα, δὲ στέρησις [15] ἴσως οὐ πᾶσα ἐναντιότηςαἴτιον δ᾽ ὅτι πολλαχῶς ἐνδέχεται ἐστερῆσθαι τὸ ἐστερημένον): ἐξ ὧν γὰρ αἱ μεταβολαὶ ἐσχάτων, ἐναντία ταῦτα. φανερὸν δὲ καὶ διὰ τῆς ἐπαγωγῆς. πᾶσα γὰρ ἐναντίωσις ἔχει στέρησιν θάτερον τῶν ἐναντίων, ἀλλ᾽ οὐχ ὁμοίως πάντα: ἀνισότης μὲν γὰρ ἰσότητος ἀνομοιότης [20] δὲ ὁμοιότητος κακία δὲ ἀρετῆς, διαφέρει δὲ ὥσπερ εἴρηται: τὸ μὲν γὰρ ἐὰν μόνον ἐστερημένον, τὸ δ᾽ ἐὰν ποτὲ ἔν τινι, οἷον ἂν ἐν ἡλικίᾳ τινὶ τῷ κυρίῳ, πάντῃ: διὸ τῶν μὲν ἔστι μεταξύ, καὶ ἔστιν οὔτε ἀγαθὸς ἄνθρωπος οὔτε κακός, τῶν δὲ οὐκ ἔστιν, ἀλλ᾽ ἀνάγκη εἶναι περιττὸν [25] ἄρτιον. ἔτι τὰ μὲν ἔχει τὸ ὑποκείμενον ὡρισμένον, τὰ δ᾽ οὔ. ὥστε φανερὸν ὅτι ἀεὶ θάτερον τῶν ἐναντίων λέγεται κατὰ στέρησιν: ἀπόχρη δὲ κἂν τὰ πρῶτα καὶ τὰ γένη τῶν ἐναντίων, οἷον τὸ ἓν καὶ τὰ πολλά: τὰ γὰρ ἄλλα εἰς ταῦτα ἀνάγεται. [30]

ἐπεὶ δὲ ἓν ἑνὶ ἐναντίον, ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά, καὶ τὸ ἴσον τῷ μεγάλῳ καὶ τῷ μικρῷ. εἰ γὰρ τὸ πότερον ἀεὶ ἐν ἀντιθέσει λέγομεν, οἷον πότερον λευκὸν μέλαν, καὶ πότερον λευκὸν οὐ λευκόνπότερον δὲ ἄνθρωπος λευκὸν οὐ λέγομεν, ἐὰν μὴ ἐξ [35] ὑποθέσεως καὶ ζητοῦντες οἷον πότερον ἦλθε Κλέων Σωκράτηςἀλλ᾽ οὐκ ἀνάγκη ἐν οὐδενὶ γένει τοῦτο: ἀλλὰ καὶ τοῦτο ἐκεῖθεν ἐλήλυθεν: τὰ γὰρ ἀντικείμενα μόνα οὐκ ἐνδέχεται ἅμα ὑπάρχειν, καὶ ἐνταῦθα χρῆται ἐν τῷ πότερος ἦλθεν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: