previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1056β] [1] τῶν δ᾽ οὐκ ἔστι διαφορά: ἐν ἄλλῳ γὰρ γένει ὧν αἱ συναποφάσεις, ὥστ᾽ οὐχ ἓν τὸ ὑποκείμενον.

ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἀπορήσειεν ἄν τις. εἰ γὰρ τὰ πολλὰ τῷ ἑνὶ ἁπλῶς ἀντίκειται, [5] συμβαίνει ἔνια ἀδύνατα. τὸ γὰρ ἓν ὀλίγον ὀλίγα ἔσται: τὰ γὰρ πολλὰ καὶ τοῖς ὀλίγοις ἀντίκειται. ἔτι τὰ δύο πολλά, εἴπερ τὸ διπλάσιον πολλαπλάσιον λέγεται δὲ κατὰ τὰ δύο: ὥστε τὸ ἓν ὀλίγον: πρὸς τί γὰρ πολλὰ τὰ δύο εἰ μὴ πρὸς ἕν τε καὶ τὸ ὀλίγον; οὐθὲν γάρ ἐστιν ἔλαττον. [10] ἔτι εἰ ὡς ἐν μήκει τὸ μακρὸν καὶ βραχύ, οὕτως ἐν πλήθει τὸ πολὺ καὶ ὀλίγον, καὶ ἂν πολὺ καὶ πολλά, καὶ τὰ πολλὰ πολύεἰ μή τι ἄρα διαφέρει ἐν συνεχεῖ εὐορίστῳ), τὸ ὀλίγον πλῆθός τι ἔσται. ὥστε τὸ ἓν πλῆθός τι, εἴπερ καὶ ὀλίγον: τοῦτο δ᾽ ἀνάγκη, εἰ τὰ δύο πολλά. ἀλλ᾽ [15] ἴσως τὰ πολλὰ λέγεται μέν πως καὶ τὸ πολύ, ἀλλ᾽ ὡς διαφέρον, οἷον ὕδωρ πολύ, πολλὰ δ᾽ οὔ. ἀλλ᾽ ὅσα διαιρετά, ἐν τούτοις λέγεται, ἕνα μὲν τρόπον ἐὰν πλῆθος ἔχον ὑπεροχὴν ἁπλῶς πρός τικαὶ τὸ ὀλίγον ὡσαύτως πλῆθος ἔχον ἔλλειψιν), τὸ δὲ ὡς ἀριθμός, καὶ ἀντίκειται τῷ ἑνὶ [20] μόνον. οὕτως γὰρ λέγομεν ἓν πολλά, ὥσπερ εἴ τις εἴποι ἓν καὶ ἕνα λευκὸν καὶ λευκά, καὶ τὰ μεμετρημένα πρὸς τὸ μέτρον καὶ τὸ μετρητόν: οὕτως καὶ τὰ πολλαπλάσια λέγεται: πολλὰ γὰρ ἕκαστος ἀριθμὸς ὅτι ἕνα καὶ ὅτι μετρητὸς ἑνὶ ἕκαστος, καὶ ὡς τὸ ἀντικείμενον τῷ ἑνί, οὐ τῷ [25] ὀλίγῳ. οὕτω μὲν οὖν ἐστὶ πολλὰ καὶ τὰ δύο, ὡς δὲ πλῆθος ἔχον ὑπεροχὴν πρός τι ἁπλῶς οὐκ ἔστιν, ἀλλὰ πρῶτον. ὀλίγα δ᾽ ἁπλῶς τὰ δύο: πλῆθος γάρ ἐστιν ἔλλειψιν ἔχον πρῶτονδιὸ καὶ οὐκ ὀρθῶς ἀπέστη Ἀναξαγόρας εἰπὼν ὅτι ὁμοῦ πάντα χρήματα ἦν ἄπειρα καὶ πλήθει καὶ μικρότητι, [30] ἔδει δ᾽ εἰπεῖν ἀντὶ τοῦκαὶ μικρότητι” “καὶ ὀλιγότητι”: οὐ γὰρ ἄπειρα), ἐπεὶ τὸ ὀλίγον οὐ διὰ τὸ ἕν, ὥσπερ τινές φασιν, ἀλλὰ διὰ τὰ δύο.

ἀντίκειται δὴ τὸ ἓν καὶ τὰ πολλὰ τὰ ἐν ἀριθμοῖς ὡς μέτρον μετρητῷ: ταῦτα δὲ ὡς τὰ πρός τι, ὅσα μὴ καθ᾽ αὑτὰ τῶν πρός τι. διῄρηται δ᾽ [35] ἡμῖν ἐν ἄλλοις ὅτι διχῶς λέγεται τὰ πρός τι, τὰ μὲν ὡς ἐναντία, τὰ δ᾽ ὡς ἐπιστήμη πρὸς ἐπιστητόν, τῷ λέγεσθαί τι ἄλλο πρὸς αὐτό.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: