previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1067β] [1]

μεταβάλλει δὲ τὸ μεταβάλλον τὸ μὲν κατὰ συμβεβηκός, [2] ὡς τὸ μουσικὸν βαδίζει, τὸ δὲ τῷ τούτου τι μεταβάλλειν ἁπλῶς λέγεται μεταβάλλειν, οἷον ὅσα κατὰ μέρηὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὀφθαλμός), ἔστι δέ [5] τι καθ᾽ αὑτὸ πρῶτον κινεῖται, καὶ τοῦτ᾽ ἔστι τὸ καθ᾽ αὑτὸ κινητόν. ἔστι δέ τι καὶ ἐπὶ τοῦ κινοῦντος ὡσαύτως: κινεῖ γὰρ κατὰ συμβεβηκὸς τὸ δὲ κατὰ μέρος τὸ δὲ καθ᾽ αὑτό: ἔστι δέ τι τὸ κινοῦν πρῶτον: ἔστι δέ τι τὸ κινούμενον, ἔτι ἐν χρόνῳ καὶ ἐξ οὗ καὶ εἰς . τὰ δ᾽ εἴδη καὶ τὰ πάθη καὶ [10] τόπος, εἰς κινοῦνται τὰ κινούμενα, ἀκίνητά ἐστιν, οἷον ἐπιστήμη καὶ θερμότης: ἔστι δ᾽ οὐχ θερμότης κίνησις ἀλλ᾽ θέρμανσις. δὲ μὴ κατὰ συμβεβηκὸς μεταβολὴ οὐκ ἐν ἅπασιν ὑπάρχει ἀλλ᾽ ἐν τοῖς ἐναντίοις καὶ μεταξὺ καὶ ἐν ἀντιφάσει: τούτου δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς. μεταβάλλει [15] δὲ τὸ μεταβάλλον ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, οὐκ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενονλέγω δὲ ὑποκείμενον τὸ καταφάσει δηλούμενον), ὥστ᾽ ἀνάγκη τρεῖς εἶναι μεταβολάς: γὰρ ἐξ οὐχ ὑποκειμένου [20] εἰς μὴ ὑποκείμενον οὐκ ἔστι μεταβολή: οὔτε γὰρ ἐναντία οὔτε ἀντίφασίς ἐστιν, ὅτι οὐκ ἀντίθεσις. μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον κατ᾽ ἀντίφασιν γένεσίς ἐστιν, μὲν ἁπλῶς ἁπλῆ, δὲ τινὸς τίς: δ᾽ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον φθορά, μὲν ἁπλῶς ἁπλῆ, δὲ τινὸς [25] τίς. εἰ δὴ τὸ μὴ ὂν λέγεται πλεοναχῶς, καὶ μήτε τὸ κατὰ σύνθεσιν διαίρεσιν ἐνδέχεται κινεῖσθαι μήτε τὸ κατὰ δύναμιν τὸ τῷ ἁπλῶς ὄντι ἀντικείμενοντὸ γὰρ μὴ λευκὸν μὴ ἀγαθὸν ὅμως ἐνδέχεται κινεῖσθαι κατὰ συμβεβηκός, εἴη γὰρ ἂν ἄνθρωπος τὸ μὴ λευκόν: τὸ δ᾽ ἁπλῶς [30] μὴ τόδε οὐδαμῶς), ἀδύνατον τὸ μὴ ὂν κινεῖσθαιεἰ δὲ τοῦτο, καὶ τὴν γένεσιν κίνησιν εἶναι: γίγνεται γὰρ τὸ μὴ ὄν: εἰ γὰρ καὶ ὅτι μάλιστα κατὰ συμβεβηκὸς γίγνεται, ἀλλ᾽ ὅμως ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν κατὰ τοῦ γιγνομένου ἁπλῶς): ὁμοίως δὲ καὶ τὸ ἠρεμεῖν. ταῦτά [35] τε δὴ συμβαίνει δυσχερῆ, καὶ εἰ πᾶν τὸ κινούμενον ἐν τόπῳ, τὸ δὲ μὴ ὂν οὐκ ἔστιν ἐν τόπῳ: εἴη γὰρ ἂν πού. οὐδὲ δὴ φθορὰ κίνησις: ἐναντίον γὰρ κινήσει κίνησις ἠρεμία, φθορὰ δὲ γενέσει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: