previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1068α] [1] ἐπεὶ δὲ πᾶσα κίνησις μεταβολή τις, μεταβολαὶ δὲ τρεῖς αἱ εἰρημέναι, τούτων δ᾽ αἱ κατὰ γένεσιν καὶ φθορὰν οὐ κινήσεις, αὗται δ᾽ εἰσὶν αἱ κατ᾽ ἀντίφασιν, ἀνάγκη τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον κίνησιν εἶναι [5] μόνην. τὰ δ᾽ ὑποκείμενα ἐναντία μεταξύκαὶ γὰρ στέρησις κείσθω ἐναντίον), καὶ δηλοῦται καταφάσει, οἷον τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.

εἰ οὖν αἱ κατηγορίαι διῄρηνται οὐσίᾳ, ποιότητι, τόπῳ, τῷ ποιεῖν πάσχειν, τῷ πρός τι, τῷ ποσῷ, ἀνάγκη τρεῖς [10] εἶναι κινήσεις, ποιοῦ ποσοῦ τόπου: κατ᾽ οὐσίαν δ᾽ οὔ, διὰ τὸ μηθὲν εἶναι οὐσίᾳ ἐναντίον, οὐδὲ τοῦ πρός τιἔστι γὰρ θατέρου μεταβάλλοντος μὴ ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον, ὥστε κατὰ συμβεβηκὸς κίνησις αὐτῶν), οὐδὲ ποιοῦντος καὶ πάσχοντος, κινοῦντος καὶ κινουμένου, ὅτι οὐκ ἔστι [15] κινήσεως κίνησις οὐδὲ γενέσεως γένεσις, οὐδ᾽ ὅλως μεταβολῆς μεταβολή. διχῶς γὰρ ἐνδέχεται κινήσεως εἶναι κίνησιν, ὡς ὑποκειμένουοἷον ἄνθρωπος κινεῖται ὅτι ἐκ λευκοῦ εἰς μέλαν μεταβάλλει, ὥστε οὕτω καὶ κίνησις θερμαίνεται ψύχεται τόπον ἀλλάττει αὔξεται: τοῦτο [20] δὲ ἀδύνατον: οὐ γὰρ τῶν ὑποκειμένων τι μεταβολή), τῷ ἕτερόν τι ὑποκείμενον ἐκ μεταβολῆς μεταβάλλειν εἰς ἄλλο εἶδος, οἷον ἄνθρωπον ἐκ νόσου εἰς ὑγίειαν. ἀλλ᾽ οὐδὲ τοῦτο δυνατὸν πλὴν κατὰ συμβεβηκός. πᾶσα γὰρ κίνησις ἐξ ἄλλου εἰς ἄλλο ἐστὶ μεταβολή, καὶ γένεσις καὶ φθορὰ [25] ὡσαύτως: πλὴν αἱ μὲν εἰς ἀντικείμενα ὡδί, δ᾽ ὡδί, κίνησις. ἅμα οὖν μεταβάλλει ἐξ ὑγιείας εἰς νόσον, καὶ ἐξ αὐτῆς ταύτης τῆς μεταβολῆς εἰς ἄλλην. δῆλον δὴ ὅτι ἂν νοσήσῃ, μεταβεβληκὸς ἔσται εἰς ὁποιανοῦνἐνδέχεται γὰρ ἠρεμεῖνκαὶ ἔτι εἰς μὴ τὴν τυχοῦσαν ἀεί: κἀκείνη ἔκ τινος εἴς [30] τι ἄλλο ἔσται: ὥσθ᾽ ἀντικειμένη ἔσται, ὑγίανσις, ἀλλὰ τῷ συμβεβηκέναι, οἷον ἐξ ἀναμνήσεως εἰς λήθην μεταβάλλει ὅτι ὑπάρχει ἐκεῖνο μεταβάλλει, ὁτὲ μὲν εἰς ἐπιστήμην ὁτὲ δὲ εἰς ἄγνοιαν.

ἔτι εἰς ἄπειρον βαδιεῖται, εἰ ἔσται μεταβολῆς μεταβολὴ καὶ γενέσεως γένεσις. ἀνάγκη [35] δὴ καὶ τὴν προτέραν, εἰ ὑστέρα: οἷον εἰ ἁπλῆ γένεσις ἐγίγνετό ποτε, καὶ τὸ γιγνόμενον ἐγίγνετο:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: