previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1069β] [1] αὕτη δὲ ἑτέρας, εἰ μηδεμία αὐτοῖς ἀρχὴ κοινή. δ᾽ αἰσθητὴ οὐσία μεταβλητή. εἰ δ᾽ μεταβολὴ ἐκ τῶν ἀντικειμένων τῶν μεταξύ, ἀντικειμένων δὲ μὴ [5] πάντωνοὐ λευκὸν γὰρ φωνήἀλλ᾽ ἐκ τοῦ ἐναντίου, ἀνάγκη ὑπεῖναί τι τὸ μεταβάλλον εἰς τὴν ἐναντίωσιν: οὐ γὰρ τὰ ἐναντία μεταβάλλει.

ἔτι τὸ μὲν ὑπομένει, τὸ δ᾽ ἐναντίον οὐχ ὑπομένει: ἔστιν ἄρα τι τρίτον παρὰ τὰ ἐναντία, ὕλη. εἰ δὴ αἱ μεταβολαὶ τέτταρες, κατὰ τὸ τί [10] κατὰ τὸ ποῖον πόσον ποῦ, καὶ γένεσις μὲν ἁπλῆ καὶ φθορὰ κατὰ τὸ τόδε, αὔξησις δὲ καὶ φθίσις κατὰ τὸ ποσόν, ἀλλοίωσις δὲ κατὰ τὸ πάθος, φορὰ δὲ κατὰ τόπον, εἰς ἐναντιώσεις ἂν εἶεν τὰς καθ᾽ ἕκαστον αἱ μεταβολαί. ἀνάγκη δὴ μεταβάλλειν τὴν ὕλην δυναμένην [15] ἄμφω: ἐπεὶ δὲ διττὸν τὸ ὄν, μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργείᾳ ὄνοἷον ἐκ λευκοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ λευκόν, ὁμοίως δὲ καὶ ἐπ᾽ αὐξήσεως καὶ φθίσεως), ὥστε οὐ μόνον κατὰ συμβεβηκὸς ἐνδέχεται γίγνεσθαι ἐκ μὴ ὄντος, ἀλλὰ καὶ ἐξ ὄντος γίγνεται πάντα, δυνάμει [20] μέντοι ὄντος, ἐκ μὴ ὄντος δὲ ἐνεργείᾳ. καὶ τοῦτ᾽ ἔστι τὸ Ἀναξαγόρου ἕν: βέλτιον γὰρ ὁμοῦ πάντα” —καὶ Ἐμπεδοκλέους τὸ μῖγμα καὶ Ἀναξιμάνδρου, καὶ ὡς Δημόκριτός φησιν—"ἦν ὁμοῦ πάντα δυνάμει, ἐνεργείᾳ δ᾽ οὔ": ὥστε τῆς ὕλης ἂν εἶεν ἡμμένοι: πάντα δ᾽ ὕλην ἔχει ὅσα μεταβάλλει, [25] ἀλλ᾽ ἑτέραν: καὶ τῶν ἀϊδίων ὅσα μὴ γενητὰ κινητὰ δὲ φορᾷ, ἀλλ᾽ οὐ γενητὴν ἀλλὰ ποθὲν ποί. ἀπορήσειε δ᾽ ἄν τις ἐκ ποίου μὴ ὄντος γένεσις: τριχῶς γὰρ τὸ μὴ ὄν. εἰ δή τι ἔστι δυνάμει, ἀλλ᾽ ὅμως οὐ τοῦ τυχόντος ἀλλ᾽ ἕτερον ἐξ ἑτέρου: οὐδ᾽ ἱκανὸν ὅτι ὁμοῦ πάντα [30] χρήματα: διαφέρει γὰρ τῇ ὕλῃ, ἐπεὶ διὰ τί ἄπειρα ἐγένετο ἀλλ᾽ οὐχ ἕν; γὰρ νοῦς εἷς, ὥστ᾽ εἰ καὶ ὕλη μία, ἐκεῖνο ἐγένετο ἐνεργείᾳ οὗ ὕλη ἦν δυνάμει. τρία δὴ τὰ αἴτια καὶ τρεῖς αἱ ἀρχαί, δύο μὲν ἐναντίωσις, ἧς τὸ μὲν λόγος καὶ εἶδος τὸ δὲ στέρησις, τὸ δὲ τρίτον ὕλη. [35]

μετὰ ταῦτα ὅτι οὐ γίγνεται οὔτε ὕλη οὔτε τὸ εἶδος, λέγω δὲ τὰ ἔσχατα. πᾶν γὰρ μεταβάλλει τὶ καὶ ὑπό τινος καὶ εἴς τι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: