previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1026β] [1] ἔτι παρὰ ταῦτα πάντα τὸ δυνάμει καὶ ἐνεργείᾳ:

ἐπεὶ δὴ πολλαχῶς λέγεται τὸ ὄν, πρῶτον περὶ τοῦ κατὰ συμβεβηκὸς λεκτέον, ὅτι οὐδεμία ἐστὶ περὶ αὐτὸ θεωρία. σημεῖον δέ: οὐδεμιᾷ γὰρ ἐπιστήμῃ ἐπιμελὲς [5] περὶ αὐτοῦ οὔτε πρακτικῇ οὔτε ποιητικῇ οὔτε θεωρητικῇ. οὔτε γὰρ ποιῶν οἰκίαν ποιεῖ ὅσα συμβαίνει ἅμα τῇ οἰκίᾳ γιγνομένῃἄπειρα γάρ ἐστιν: τοῖς μὲν γὰρ ἡδεῖαν τοῖς δὲ βλαβερὰν τοῖς δ᾽ ὠφέλιμον οὐθὲν εἶναι κωλύει τὴν ποιηθεῖσαν, καὶ ἑτέραν ὡς εἰπεῖν πάντων τῶν ὄντων: ὧν οὐθενός [10] ἐστιν οἰκοδομικὴ ποιητική), τὸν αὐτὸν δὲ τρόπον οὐδ᾽ γεωμέτρης θεωρεῖ τὰ οὕτω συμβεβηκότα τοῖς σχήμασιν, οὐδ᾽ εἰ ἕτερόν ἐστι τρίγωνον καὶ τρίγωνον δύο ὀρθὰς ἔχον. καὶ τοῦτ᾽ εὐλόγως συμπίπτει: ὥσπερ γὰρ ὄνομά τι μόνον τὸ συμβεβηκός ἐστιν. διὸ Πλάτων τρόπον τινὰ οὐ κακῶς τὴν σοφιστικὴν [15] περὶ τὸ μὴ ὂν ἔταξεν. εἰσὶ γὰρ οἱ τῶν σοφιστῶν λόγοι περὶ τὸ συμβεβηκὸς ὡς εἰπεῖν μάλιστα πάντων, πότερον ἕτερον ταὐτὸν μουσικὸν καὶ γραμματικόν, καὶ μουσικὸς Κορίσκος καὶ Κορίσκος, καὶ εἰ πᾶν ἂν , μὴ ἀεὶ δέ, γέγονεν, ὥστ᾽ εἰ μουσικὸς ὢν γραμματικὸς γέγονε, καὶ γραμματικὸς [20] ὢν μουσικός, καὶ ὅσοι δὴ ἄλλοι τοιοῦτοι τῶν λόγων εἰσίν: φαίνεται γὰρ τὸ συμβεβηκὸς ἐγγύς τι τοῦ μὴ ὄντος. δῆλον δὲ καὶ ἐκ τῶν τοιούτων λόγων: τῶν μὲν γὰρ ἄλλον τρόπον ὄντων ἔστι γένεσις καὶ φθορά, τῶν δὲ κατὰ συμβεβηκὸς οὐκ ἔστιν. ἀλλ᾽ ὅμως λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος [25] ἐφ᾽ ὅσον ἐνδέχεται, τίς φύσις αὐτοῦ καὶ διὰ τίν᾽ αἰτίαν ἔστιν: ἅμα γὰρ δῆλον ἴσως ἔσται καὶ διὰ τί ἐπιστήμη οὐκ ἔστιν αὐτοῦ.

ἐπεὶ οὖν ἐστὶν ἐν τοῖς οὖσι τὰ μὲν ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἐξ ἀνάγκης, οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης ἀλλ᾽ ἣν λέγομεν τῷ μὴ ἐνδέχεσθαι ἄλλως, τὰ δ᾽ [30] ἐξ ἀνάγκης μὲν οὐκ ἔστιν οὐδ᾽ ἀεί, ὡς δ᾽ ἐπὶ τὸ πολύ, αὕτη ἀρχὴ καὶ αὕτη αἰτία ἐστὶ τοῦ εἶναι τὸ συμβεβηκός: γὰρ [32] ἂν μήτ᾽ ἀεὶ μήθ᾽ ὡς ἐπὶ τὸ πολύ, τοῦτό φαμεν συμβεβηκὸς εἶναι. οἷον ἐπὶ κυνὶ ἂν χειμὼν γένηται καὶ ψῦχος, τοῦτο συμβῆναί φαμεν, ἀλλ᾽ οὐκ ἂν πνῖγος καὶ ἀλέα, ὅτι [35] τὸ μὲν ἀεὶ ὡς ἐπὶ τὸ πολὺ τὸ δ᾽ οὔ. καὶ τὸν ἄνθρωπον λευκὸν εἶναι συμβέβηκενοὔτε γὰρ ἀεὶ οὔθ᾽ ὡς ἐπὶ τὸ πολύ), ζῷον δ᾽ οὐ κατὰ συμβεβηκός. καὶ τὸ ὑγιάζειν δὲ τὸν οἰκοδόμον συμβεβηκός,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: