previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1049α] [1] οἷον γῆ ἆρ᾽ ἐστὶ δυνάμει ἄνθρωπος; οὔ, ἀλλὰ μᾶλλον ὅταν ἤδη γένηται σπέρμα, καὶ οὐδὲ τότε ἴσως; ὥσπερ οὖν οὐδ᾽ ὑπὸ ἰατρικῆς ἅπαν ἂν ὑγιασθείη οὐδ᾽ ἀπὸ τύχης, ἀλλ᾽ ἔστι τι δυνατόν ἐστι, καὶ τοῦτ᾽ ἔστιν [5] ὑγιαῖνον δυνάμει. ὅρος δὲ τοῦ μὲν ἀπὸ διανοίας ἐντελεχείᾳ γιγνομένου ἐκ τοῦ δυνάμει ὄντος, ὅταν βουληθέντος γίγνηται μηθενὸς κωλύοντος τῶν ἐκτός, ἐκεῖ δ᾽ ἐν τῷ ὑγιαζομένῳ, ὅταν μηθὲν κωλύῃ τῶν ἐν αὐτῷ: ὁμοίως δὲ δυνάμει καὶ οἰκία: εἰ μηθὲν κωλύει τῶν ἐν τούτῳ καὶ τῇ [10] ὕλῃ τοῦ γίγνεσθαι οἰκίαν, οὐδ᾽ ἔστιν δεῖ προσγενέσθαι ἀπογενέσθαι μεταβαλεῖν, τοῦτο δυνάμει οἰκία: καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ὅσων ἔξωθεν ἀρχὴ τῆς γενέσεως. καὶ ὅσων δὴ ἐν αὐτῷ τῷ ἔχοντι, ὅσα μηθενὸς τῶν ἔξωθεν ἐμποδίζοντος ἔσται δι᾽ αὐτοῦ: οἷον τὸ σπέρμα οὔπωδεῖ γὰρ [15] ἐν ἄλλῳ πεσεῖν καὶ μεταβάλλειν), ὅταν δ᾽ ἤδη διὰ τῆς αὑτοῦ ἀρχῆς τοιοῦτον, ἤδη τοῦτο δυνάμει: ἐκεῖνο δὲ ἑτέρας ἀρχῆς δεῖται, ὥσπερ γῆ οὔπω ἀνδριὰς δυνάμειμεταβαλοῦσα γὰρ ἔσται χαλκός). ἔοικε δὲ λέγομεν εἶναι οὐ τόδε ἀλλ᾽ ἐκείνινονοἷον τὸ κιβώτιον οὐ ξύλον ἀλλὰ ξύλινον, [20] οὐδὲ τὸ ξύλον γῆ ἀλλὰ γήϊνον, πάλιν γῆ εἰ οὕτως μὴ ἄλλο ἀλλὰ ἐκείνινονἀεὶ ἐκεῖνο δυνάμει ἁπλῶς τὸ ὕστερόν ἐστιν. οἷον τὸ κιβώτιον οὐ γήϊνον οὐδὲ γῆ ἀλλὰ ξύλινον: τοῦτο γὰρ δυνάμει κιβώτιον καὶ ὕλη κιβωτίου αὕτη, ἁπλῶς μὲν τοῦ ἁπλῶς τουδὶ δὲ τοδὶ τὸ ξύλον. εἰ δέ τί ἐστι πρῶτον [25] μηκέτι κατ᾽ ἄλλο λέγεται ἐκείνινον, τοῦτο πρώτη ὕλη: οἷον εἰ γῆ ἀερίνη, δ᾽ ἀὴρ μὴ πῦρ ἀλλὰ πύρινος, τὸ πῦρ ὕλη πρώτη οὐ τόδε τι οὖσα. τούτῳ γὰρ διαφέρει τὸ καθ᾽ οὗ καὶ τὸ ὑποκείμενον, τῷ εἶναι τόδε τι μὴ εἶναι: οἷον τοῖς πάθεσι τὸ ὑποκείμενον ἄνθρωπος καὶ [30] σῶμα καὶ ψυχή, πάθος δὲ τὸ μουσικὸν καὶ λευκόνλέγεται δὲ τῆς μουσικῆς ἐγγενομένης ἐκεῖνο οὐ μουσικὴ ἀλλὰ μουσικόν, καὶ οὐ λευκότης ἄνθρωπος ἀλλὰ λευκόν, οὐδὲ βάδισις κίνησις ἀλλὰ βαδίζον κινούμενον, ὡς τὸ ἐκείνινον):

ὅσα μὲν οὖν οὕτω, τὸ ἔσχατον οὐσία: ὅσα δὲ μὴ [35] οὕτως ἀλλ᾽ εἶδός τι καὶ τόδε τι τὸ κατηγορούμενον, τὸ ἔσχατον ὕλη καὶ οὐσία ὑλική. καὶ ὀρθῶς δὴ συμβαίνει τὸ ἐκείνινον λέγεσθαι κατὰ τὴν ὕλην καὶ τὰ πάθη:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: