previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔλαττον δὲ θηριότης κακίας, φοβερώτερον δέ: οὐ γὰρ διέφθαρται τὸ βέλτιον, ὥσπερ ἐν τῷ ἀνθρώπῳ, ἀλλ᾽ οὐκ ἔχει. ὅμοιον οὖν ὥσπερ ἄψυχον συμβάλλειν πρὸς ἔμψυχον, πότερον κάκιον: ἀσινεστέρα γὰρ φαυλότης ἀεὶ τοῦ μὴ ἔχοντος ἀρχήν, δὲ νοῦς ἀρχή. παραπλήσιον οὖν τὸ συμβάλλειν ἀδικίαν πρὸς ἄνθρωπον ἄδικον. ἔστι γὰρ ὡς ἑκάτερον κάκιον: μυριοπλάσια γὰρ ἂν κακὰ ποιήσειεν ἄνθρωπος κακὸς θηρίου.

περὶ δὲ τὰς δι᾽ ἁφῆς καὶ γεύσεως ἡδονὰς καὶ λύπας καὶ ἐπιθυμίας καὶ φυγάς, περὶ ἃς τε ἀκολασία καὶ σωφροσύνη διωρίσθη πρότερον, ἔστι μὲν οὕτως ἔχειν ὥστε ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ κρείττους, ἔστι δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ ἥττους: τούτων δ᾽ μὲν περὶ ἡδονὰς ἀκρατὴς δ᾽ ἐγκρατής, δὲ περὶ λύπας μαλακὸς δὲ καρτερικός. μεταξὺ δ᾽ τῶν πλείστων ἕξις, κἂν εἰ ῥέπουσι μᾶλλον πρὸς τὰς χείρους. ἐπεὶ δ᾽ ἔνιαι τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν αἳ δ᾽ οὔ, καὶ μέχρι τινός, αἱ δ᾽ ὑπερβολαὶ οὔ, οὐδ᾽ αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ περὶ ἐπιθυμίας ἔχει καὶ λύπας, μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδέων καθ᾽ ὑπερβολὰς διὰ προαίρεσιν, δι᾽ αὐτὰς καὶ μηδὲν δι᾽ ἕτερον ἀποβαῖνον, ἀκόλαστος: ἀνάγκη γὰρ τοῦτον μὴ εἶναι μεταμελητικόν, ὥστ᾽ ἀνίατος: γὰρ ἀμεταμέλητος ἀνίατος. δ᾽ ἐλλείπων ἀντικείμενος, δὲ μέσος σώφρων. ὁμοίως δὲ καὶ φεύγων τὰς σωματικὰς λύπας μὴ δι᾽ ἧτταν ἀλλὰ διὰ προαίρεσιν. τῶν δὲ μὴ προαιρουμένων μὲν ἄγεται διὰ τὴν ἡδονήν, δὲ διὰ τὸ φεύγειν τὴν λύπην τὴν ἀπὸ τῆς ἐπιθυμίας, ὥστε διαφέρουσιν ἀλλήλων. παντὶ δ᾽ ἂν δόξειε χείρων εἶναι, εἴ τις μὴ ἐπιθυμῶν ἠρέμα πράττοι τι αἰσχρόν, εἰ σφόδρα ἐπιθυμῶν, καὶ εἰ μὴ ὀργιζόμενος τύπτοι εἰ ὀργιζόμενος: τί γὰρ ἂν ἐποίει ἐν πάθει ὤν; διὸ ἀκόλαστος χείρων τοῦ ἀκρατοῦς. τῶν δὴ λεχθέντων τὸ μὲν μαλακίας εἶδος μᾶλλον, δ᾽ ἀκόλαστος. ἀντίκειται δὲ τῷ μὲν ἀκρατεῖ ἐγκρατής, τῷ δὲ μαλακῷ καρτερικός: τὸ μὲν γὰρ καρτερεῖν ἐστὶν ἐν τῷ ἀντέχειν, δ᾽ ἐγκράτεια ἐν τῷ κρατεῖν, ἕτερον δὲ τὸ ἀντέχειν καὶ κρατεῖν, ὥσπερ καὶ τὸ μὴ ἡττᾶσθαι τοῦ νικᾶν: διὸ καὶ αἱρετώτερον ἐγκράτεια καρτερίας ἐστίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: