previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αἱροῦνται οὖν τὸ ἡδὺ ὡς ἀγαθόν, τὴν δὲ λύπην ὡς κακὸν φεύγουσιν.

ὄντος δὴ βουλητοῦ μὲν τοῦ τέλους, βουλευτῶν δὲ καὶ προαιρετῶν τῶν πρὸς τὸ τέλος, αἱ περὶ ταῦτα πράξεις κατὰ προαίρεσιν ἂν εἶεν καὶ ἑκούσιοι. αἱ δὲ τῶν ἀρετῶν ἐνέργειαι περὶ ταῦτα. ἐφ᾽ ἡμῖν δὴ καὶ ἀρετή, ὁμοίως δὲ καὶ κακία. ἐν οἷς γὰρ ἐφ᾽ ἡμῖν τὸ πράττειν, καὶ τὸ μὴ πράττειν, καὶ ἐν οἷς τὸ μή, καὶ τὸ ναί: ὥστ᾽ εἰ τὸ πράττειν καλὸν ὂν ἐφ᾽ ἡμῖν ἐστί, καὶ τὸ μὴ πράττειν ἐφ᾽ ἡμῖν ἔσται αἰσχρὸν ὄν, καὶ εἰ τὸ μὴ πράττειν καλὸν ὂν ἐφ᾽ ἡμῖν, καὶ τὸ πράττειν αἰσχρὸν ὂν ἐφ᾽ ἡμῖν. εἰ δ᾽ ἐφ᾽ ἡμῖν τὰ καλὰ πράττειν καὶ τὰ αἰσχρά, ὁμοίως δὲ καὶ τὸ μὴ πράττειν, τοῦτο δ᾽ ἦν τὸ ἀγαθοῖς καὶ κακοῖς εἶναι, ἐφ᾽ ἡμῖν ἄρα τὸ ἐπιεικέσι καὶ φαύλοις εἶναι. τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρὸς οὐδ᾽ ἄκων μακάριος ἔοικε τὸ μὲν ψευδεῖ τὸ δ᾽ ἀληθεῖ: μακάριος μὲν γὰρ οὐδεὶς ἄκων, δὲ μοχθηρία ἑκούσιον. τοῖς γε νῦν εἰρημένοις ἀμφισβητητέον, καὶ τὸν ἄνθρωπον οὐ φατέον ἀρχὴν εἶναι οὐδὲ γεννητὴν τῶν πράξεων ὥσπερ καὶ τέκνων. εἰ δὲ ταῦτα φαίνεται καὶ μὴ ἔχομεν εἰς ἄλλας ἀρχὰς ἀναγαγεῖν παρὰ τὰς ἐν ἡμῖν, ὧν καὶ αἱ ἀρχαὶ ἐν ἡμῖν, καὶ αὐτὰ ἐφ᾽ ἡμῖν καὶ ἑκούσια. τούτοις δ᾽ ἔοικε μαρτυρεῖσθαι καὶ ἰδίᾳ ὑφ᾽ ἑκάστων καὶ ὑπ᾽ αὐτῶν τῶν νομοθετῶν: κολάζουσι γὰρ καὶ τιμωροῦνται τοὺς δρῶντας μοχθηρά, ὅσοι μὴ βίᾳ δι᾽ ἄγνοιαν ἧς μὴ αὐτοὶ αἴτιοι, τοὺς δὲ τὰ καλὰ πράττοντας τιμῶσιν, ὡς τοὺς μὲν προτρέψοντες τοὺς δὲ κωλύσοντες. καίτοι ὅσα μήτ᾽ ἐφ᾽ ἡμῖν ἐστὶ μήθ᾽ ἑκούσια, οὐδεὶς προτρέπεται πράττειν, ὡς οὐδὲν πρὸ ἔργου ὂν τὸ πεισθῆναι μὴ θερμαίνεσθαι ἀλγεῖν πεινῆν ἄλλ᾽ ὁτιοῦν τῶν τοιούτων: οὐθὲν γὰρ ἧττον πεισόμεθα αὐτά. καὶ γὰρ ἐπ᾽ αὐτῷ τῷ ἀγνοεῖν κολάζουσιν, ἐὰν αἴτιος εἶναι δοκῇ τῆς ἀγνοίας, οἷον τοῖς μεθύουσι διπλᾶ τὰ ἐπιτίμια: γὰρ ἀρχὴ ἐν αὐτῷ: κύριος γὰρ τοῦ μὴ μεθυσθῆναι, τοῦτο δ᾽ αἴτιον τῆς ἀγνοίας. καὶ τοὺς ἀγνοοῦντάς τι τῶν ἐν τοῖς νόμοις, δεῖ ἐπίστασθαι καὶ μὴ χαλεπά ἐστι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: