previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἷον ἀπὸ τῶν ἰδίων κτημάτων, οὐχ ὡς καλὸν ἀλλ᾽ ὡς ἀναγκαῖον, ὅπως ἔχῃ διδόναι. οὐδ᾽ ἀμελήσει τῶν ἰδίων, βουλόμενός γε διὰ τούτων τισὶν ἐπαρκεῖν. οὐδὲ τοῖς τυχοῦσι δώσει, ἵνα ἔχῃ διδόναι οἷς δεῖ καὶ ὅτε καὶ οὗ καλόν. ἐλευθερίου δ᾽ ἐστὶ σφόδρα καὶ τὸ ὑπερβάλλειν ἐν τῇ δόσει, ὥστε καταλείπειν ἑαυτῷ ἐλάττω: τὸ γὰρ μὴ βλέπειν ἐφ᾽ ἑαυτὸν ἐλευθερίου. κατὰ τὴν οὐσίαν δ᾽ ἐλευθεριότης λέγεται: οὐ γὰρ ἐν τῷ πλήθει τῶν διδομένων τὸ ἐλευθέριον, ἀλλ᾽ ἐν τῇ τοῦ διδόντος ἕξει, αὕτη δὲ κατὰ τὴν οὐσίαν δίδωσιν. οὐθὲν δὴ κωλύει ἐλευθεριώτερον εἶναι τὸν τὰ ἐλάττω διδόντα, ἐὰν ἀπ᾽ ἐλαττόνων διδῷ. ἐλευθεριώτεροι δὲ εἶναι δοκοῦσιν οἱ μὴ κτησάμενοι ἀλλὰ παραλαβόντες τὴν οὐσίαν: ἄπειροί τε γὰρ τῆς ἐνδείας, καὶ πάντες ἀγαπῶσι μᾶλλον τὰ αὑτῶν ἔργα, ὥσπερ οἱ γονεῖς καὶ οἱ ποιηταί. πλουτεῖν δ᾽ οὐ ῥᾴδιον τὸν ἐλευθέριον, μήτε ληπτικὸν ὄντα μήτε φυλακτικόν, προετικὸν δὲ καὶ μὴ τιμῶντα δι᾽ αὐτὰ τὰ χρήματα ἀλλ᾽ ἕνεκα τῆς δόσεως. διὸ καὶ ἐγκαλεῖται τῇ τύχῃ ὅτι οἱ μάλιστα ἄξιοι ὄντες ἥκιστα πλουτοῦσιν. συμβαίνει δ᾽ οὐκ ἀλόγως τοῦτο: οὐ γὰρ οἷόν τε χρήματ᾽ ἔχειν μὴ ἐπιμελόμενον ὅπως ἔχῃ, ὥσπερ οὐδ᾽ ἐπὶ τῶν ἄλλων. οὐ μὴν δώσει γε οἷς οὐ δεῖ οὐδ᾽ ὅτε μὴ δεῖ, οὐδ᾽ ὅσα ἄλλα τοιαῦτα: οὐ γὰρ ἂν ἔτι πράττοι κατὰ τὴν ἐλευθεριότητα, καὶ εἰς ταῦτα ἀναλώσας οὐκ ἂν ἔχοι εἰς δεῖ ἀναλίσκειν. ὥσπερ γὰρ εἴρηται, ἐλευθέριός ἐστιν κατὰ τὴν οὐσίαν δαπανῶν καὶ εἰς δεῖ: δ᾽ ὑπερβάλλων ἄσωτος. διὸ τοὺς τυράννους οὐ λέγομεν ἀσώτους: τὸ γὰρ πλῆθος τῆς κτήσεως οὐ δοκεῖ ῥᾴδιον εἶναι ταῖς δόσεσι καὶ ταῖς δαπάναις ὑπερβάλλειν. τῆς ἐλευθεριότητος δὴ μεσότητος οὔσης περὶ χρημάτων δόσιν καὶ λῆψιν, ἐλευθέριος καὶ δώσει καὶ δαπανήσει εἰς δεῖ καὶ ὅσα δεῖ, ὁμοίως ἐν μικροῖς καὶ μεγάλοις, καὶ ταῦτα ἡδέως: καὶ λήψεται δ᾽ ὅθεν δεῖ καὶ ὅσα δεῖ. τῆς ἀρετῆς γὰρ περὶ ἄμφω οὔσης μεσότητος, ποιήσει ἀμφότερα ὡς δεῖ: ἕπεται γὰρ τῇ ἐπιεικεῖ δόσει τοιαύτη λῆψις, δὲ μὴ τοιαύτη ἐναντία ἐστίν. αἱ μὲν οὖν ἑπόμεναι γίνονται ἅμα ἐν τῷ αὐτῷ, αἱ δ᾽ ἐναντίαι δῆλον ὡς οὔ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: