previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ διὰ τοῦτο εὖ δοκεῖ ἔχειν τὸ τοῦ Βίαντος, ὅτι ἀρχὴ ἄνδρα δείξει: πρὸς ἕτερον γὰρ καὶ ἐν κοινωνίᾳ ἤδη ἄρχων. διὰ δὲ τὸ αὐτὸ τοῦτο καὶ ἀλλότριον ἀγαθὸν δοκεῖ εἶναι δικαιοσύνη μόνη τῶν ἀρετῶν, ὅτι πρὸς ἕτερόν ἐστιν: ἄλλῳ γὰρ τὰ συμφέροντα πράττει, ἄρχοντι κοινωνῷ. κάκιστος μὲν οὖν καὶ πρὸς αὑτὸν καὶ πρὸς τοὺς φίλους χρώμενος τῇ μοχθηρίᾳ, ἄριστος δ᾽ οὐχ πρὸς αὑτὸν τῇ ἀρετῇ ἀλλὰ πρὸς ἕτερον: τοῦτο γὰρ ἔργον χαλεπόν. αὕτη μὲν οὖν δικαιοσύνη οὐ μέρος ἀρετῆς ἀλλ᾽ ὅλη ἀρετή ἐστιν, οὐδ᾽ ἐναντία ἀδικία μέρος κακίας ἀλλ᾽ ὅλη κακία. τί δὲ διαφέρει ἀρετὴ καὶ δικαιοσύνη αὕτη, δῆλον ἐκ τῶν εἰρημένων: ἔστι μὲν γὰρ αὐτή, τὸ δ᾽ εἶναι οὐ τὸ αὐτό, ἀλλ᾽ μὲν πρὸς ἕτερον, δικαιοσύνη, δὲ τοιάδε ἕξις ἁπλῶς, ἀρετή.

ζητοῦμεν δέ γε τὴν ἐν μέρει ἀρετῆς δικαιοσύνην: ἔστι γάρ τις, ὡς φαμέν. ὁμοίως δὲ καὶ περὶ ἀδικίας τῆς κατὰ μέρος. σημεῖον δ᾽ ὅτι ἔστιν: κατὰ μὲν γὰρ τὰς ἄλλας μοχθηρίας ἐνεργῶν ἀδικεῖ μέν, πλεονεκτεῖ δ᾽ οὐδέν, οἷον ῥίψας τὴν ἀσπίδα διὰ δειλίαν κακῶς εἰπὼν διὰ χαλεπότητα οὐ βοηθήσας χρήμασι δι᾽ ἀνελευθερίαν: ὅταν δὲ πλεονεκτῇ, πολλάκις κατ᾽ οὐδεμίαν τῶν τοιούτων, ἀλλὰ μὴν οὐδὲ κατὰ πάσας, κατὰ πονηρίαν δέ γε τινάψέγομεν γάρκαὶ κατ᾽ ἀδικίαν. ἔστιν ἄρ᾽ ἄλλη τις ἀδικία ὡς μέρος τῆς ὅλης, καὶ ἄδικόν τι ἐν μέρει τοῦ ὅλου ἀδίκου τοῦ παρὰ τὸν νόμον. ἔτι εἰ μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει καὶ προσλαμβάνων, δὲ προστιθεὶς καὶ ζημιούμενος δι᾽ ἐπιθυμίαν, οὗτος μὲν ἀκόλαστος δόξειεν ἂν εἶναι μᾶλλον πλεονέκτης, ἐκεῖνος δ᾽ ἄδικος, ἀκόλαστος δ᾽ οὔ: δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν. ἔτι περὶ μὲν τἆλλα πάντα ἀδικήματα γίνεται ἐπαναφορὰ ἐπί τινα μοχθηρίαν ἀεί, οἷον εἰ ἐμοίχευσεν, ἐπ᾽ ἀκολασίαν, εἰ ἐγκατέλιπε τὸν παραστάτην, ἐπὶ δειλίαν, εἰ ἐπάταξεν, ἐπ᾽ ὀργήν: εἰ δ᾽ ἐκέρδανεν, ἐπ᾽ οὐδεμίαν μοχθηρίαν ἀλλ᾽ ἐπ᾽ ἀδικίαν. ὥστε φανερὸν ὅτι ἔστι τις ἀδικία παρὰ τὴν ὅλην ἄλλη ἐν μέρει, συνώνυμος, ὅτι ὁρισμὸς ἐν τῷ αὐτῷ γένει:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: