previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀντιτείνουσα ἀλλ᾽ ἠρεμαία, καθάπερ ἐν τοῖς διστάζουσι, συγγνώμη τῷ μὴ μένειν ἐν αὐταῖς πρὸς ἐπιθυμίας ἰσχυράς: τῇ δὲ μοχθηρίᾳ οὐ συγγνώμη, οὐδὲ τῶν ἄλλων οὐδενὶ τῶν ψεκτῶν. φρονήσεως ἄρα ἀντιτεινούσης; αὕτη γὰρ ἰσχυρότατον. ἀλλ᾽ ἄτοπον: ἔσται γὰρ αὐτὸς ἅμα φρόνιμος καὶ ἀκρατής, φήσειε δ᾽ οὐδ᾽ ἂν εἷς φρονίμου εἶναι τὸ πράττειν ἑκόντα τὰ φαυλότατα. πρὸς δὲ τούτοις δέδεικται πρότερον ὅτι πρακτικός γε φρόνιμοςτῶν γὰρ ἐσχάτων τιςκαὶ τὰς ἄλλας ἔχων ἀρετάς. ἔτι εἰ μὲν ἐν τῷ ἐπιθυμίας ἔχειν ἰσχυρὰς καὶ φαύλας ἐγκρατής, οὐκ ἔσται σώφρων ἐγκρατὴς οὐδ᾽ ἐγκρατὴς σώφρων: οὔτε γὰρ τὸ ἄγαν σώφρονος οὔτε τὸ φαύλας ἔχειν. ἀλλὰ μὴν δεῖ γε: εἰ μὲν γὰρ χρησταὶ αἱ ἐπιθυμίαι, φαύλη κωλύουσα ἕξις μὴ ἀκολουθεῖν, ὥσθ᾽ ἐγκράτεια οὐ πᾶσα σπουδαία: εἰ δ᾽ ἀσθενεῖς καὶ μὴ φαῦλαι, οὐθὲν σεμνόν, οὐδ᾽ εἰ φαῦλαι καὶ ἀσθενεῖς, οὐδὲν μέγα. ἔτι εἰ πάσῃ δόξῃ ἐμμενετικὸν ποιεῖ ἐγκράτεια, φαύλη, οἷον εἰ καὶ τῇ ψευδεῖ: καὶ εἰ πάσης δόξης ἀκρασία ἐκστατικόν, ἔσται τις σπουδαία ἀκρασία, οἷον Σοφοκλέους Νεοπτόλεμος ἐν τῷ Φιλοκτήτῃ: ἐπαινετὸς γὰρ οὐκ ἐμμένων οἷς ἐπείσθη ὑπὸ τοῦ Ὀδυσσέως διὰ τὸ λυπεῖσθαι ψευδόμενος. ἔτι σοφιστικὸς λόγος ψευδόμενος ἀπορία: διὰ γὰρ τὸ παράδοξα βούλεσθαι ἐλέγχειν, ἵνα δεινοὶ ὦσιν ὅταν ἐπιτύχωσιν, γενόμενος συλλογισμὸς ἀπορία γίνεται: δέδεται γὰρ διάνοια, ὅταν μένειν μὴ βούληται διὰ τὸ μὴ ἀρέσκειν τὸ συμπερανθέν, προϊέναι δὲ μὴ δύνηται διὰ τὸ λῦσαι μὴ ἔχειν τὸν λόγον. συμβαίνει δὴ ἔκ τινος λόγου ἀφροσύνη μετ᾽ ἀκρασίας ἀρετή: τἀναντία γὰρ πράττει ὧν ὑπολαμβάνει διὰ τὴν ἀκρασίαν, ὑπολαμβάνει δὲ τἀγαθὰ κακὰ εἶναι καὶ οὐ δεῖν πράττειν, ὥστε τἀγαθὰ καὶ οὐ τὰ κακὰ πράξει. ἔτι τῷ πεπεῖσθαι πράττων καὶ διώκων τὰ ἡδέα καὶ προαιρούμενος βελτίων ἂν δόξειεν τοῦ μὴ διὰ λογισμὸν ἀλλὰ δι᾽ ἀκρασίαν: εὐιατότερος γὰρ διὰ τὸ μεταπεισθῆναι ἄν. δ᾽ ἀκρατὴς ἔνοχος τῇ παροιμίᾳ ἐν φαμὲνὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπίνειν;” εἰ μὲν γὰρ ἐπέπειστο πράττει,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: