previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αὐτῶν δὲ τούτων βελτίους οἱ ἐκστατικοὶ οἱ τὸν λόγον ἔχοντες μέν, μὴ ἐμμένοντες δέ: ὑπ᾽ ἐλάττονος γὰρ πάθους ἡττῶνται, καὶ οὐκ ἀπροβούλευτοι ὥσπερ ἅτεροι: ὅμοιος γὰρ ἀκρατής ἐστι τοῖς ταχὺ μεθυσκομένοις καὶ ὑπ᾽ ὀλίγου οἴνου καὶ ἐλάττονος ὡς οἱ πολλοί. ὅτι μὲν οὖν κακία ἀκρασία οὐκ ἔστι, φανερόνἀλλὰ πῇ ἴσως): τὸ μὲν γὰρ παρὰ προαίρεσιν τὸ δὲ κατὰ τὴν προαίρεσίν ἐστιν: οὐ μὴν ἀλλ᾽ ὅμοιόν γε κατὰ τὰς πράξεις, ὥσπερ τὸ Δημοδόκου εἰς ΜιλησίουςΜιλήσιοι ἀξύνετοι μὲν
οὐκ εἰσίν, δρῶσιν δ᾽ οἷάπερ ἀξύνετοι,

καὶ οἱ ἀκρατεῖς ἄδικοι μὲν οὐκ εἰσίν, ἀδικήσουσι δέ. ἐπεὶ δ᾽ μὲν τοιοῦτος οἷος μὴ διὰ τὸ πεπεῖσθαι διώκειν τὰς καθ᾽ ὑπερβολὴν καὶ παρὰ τὸν ὀρθὸν λόγον σωματικὰς ἡδονάς, δὲ πέπεισται διὰ τὸ τοιοῦτος εἶναι οἷος διώκειν αὐτάς, ἐκεῖνος μὲν οὖν εὐμετάπειστος, οὗτος δὲ οὔ: γὰρ ἀρετὴ καὶ μοχθηρία τὴν ἀρχὴν μὲν φθείρει δὲ σῴζει, ἐν δὲ ταῖς πράξεσι τὸ οὗ ἕνεκα ἀρχή, ὥσπερ ἐν τοῖς μαθηματικοῖς αἱ ὑποθέσεις: οὔτε δὴ ἐκεῖ λόγος διδασκαλικὸς τῶν ἀρχῶν οὔτε ἐνταῦθα, ἀλλ᾽ ἀρετὴ φυσικὴ ἐθιστὴ τοῦ ὀρθοδοξεῖν περὶ τὴν ἀρχήν. σώφρων μὲν οὖν τοιοῦτος, ἀκόλαστος δ᾽ ἐναντίος. ἔστι δέ τις διὰ πάθος ἐκστατικὸς παρὰ τὸν ὀρθὸν λόγον, ὃν ὥστε μὲν μὴ πράττειν κατὰ τὸν ὀρθὸν λόγον κρατεῖ τὸ πάθος, ὥστε δ᾽ εἶναι τοιοῦτον οἷον πεπεῖσθαι διώκειν ἀνέδην δεῖν τὰς τοιαύτας ἡδονὰς οὐ κρατεῖ: οὗτός ἐστιν ἀκρατής, βελτίων ὢν τοῦ ἀκολάστου, οὐδὲ φαῦλος ἁπλῶς: σῴζεται γὰρ τὸ βέλτιστον, ἀρχή. ἄλλος δ᾽ ἐναντίος, ἐμμενετικὸς καὶ οὐκ ἐκστατικὸς διά γε τὸ πάθος. φανερὸν δὴ ἐκ τούτων ὅτι μὲν σπουδαία ἕξις, δὲ φαύλη.

πότερον οὖν ἐγκρατής ἐστιν ὁποιῳοῦν λόγῳ καὶ ὁποιᾳοῦν προαιρέσει ἐμμένων τῇ ὀρθῇ, καὶ ἀκρατὴς δὲ ὁποιᾳοῦν μὴ ἐμμένων προαιρέσει καὶ ὁποιῳοῦν λόγῳ τῷ μὴ ψευδεῖ λόγῳ καὶ τῇ προαιρέσει τῇ ὀρθῇ, ὥσπερ ἠπορήθη πρότερον; κατὰ μὲν συμβεβηκὸς ὁποιᾳοῦν, καθ᾽ αὑτὸ δὲ τῷ ἀληθεῖ λόγῳ καὶ τῇ ὀρθῇ προαιρέσει μὲν ἐμμένει δ᾽ οὐκ ἐμμένει; εἰ γάρ τις τοδὶ διὰ τοδὶ αἱρεῖται διώκει,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: