previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ μὲν ἔχων δ᾽ οὐκ ἔχων φαύλας ἐπιθυμίας, καὶ μὲν τοιοῦτος οἷος μὴ ἥδεσθαι παρὰ τὸν λόγον, δ᾽ οἷος ἥδεσθαι ἀλλὰ μὴ ἄγεσθαι. ὅμοιοι δὲ καὶ ἀκρατὴς καὶ ἀκόλαστος, ἕτεροι μὲν ὄντες, ἀμφότεροι δὲ τὰ σωματικὰ ἡδέα διώκουσιν, ἀλλ᾽ μὲν καὶ οἰόμενος δεῖν, δ᾽ οὐκ οἰόμενος. οὐδ᾽ ἅμα φρόνιμον καὶ ἀκρατῆ ἐνδέχεται εἶναι τὸν αὐτόν: ἅμα γὰρ φρόνιμος καὶ σπουδαῖος τὸ ἦθος δέδεικται ὤν. ἔτι οὐ τῷ εἰδέναι μόνον φρόνιμος ἀλλὰ καὶ τῷ πρακτικός: δ᾽ ἀκρατὴς οὐ πρακτικόςτὸν δὲ δεινὸν οὐδὲν κωλύει ἀκρατῆ εἶναι: διὸ καὶ δοκοῦσιν ἐνίοτε φρόνιμοι μὲν εἶναί τινες ἀκρατεῖς δέ, διὰ τὸ τὴν δεινότητα διαφέρειν τῆς φρονήσεως τὸν εἰρημένον τρόπον ἐν τοῖς πρώτοις λόγοις, καὶ κατὰ μὲν τὸν λόγον ἐγγὺς εἶναι, διαφέρειν δὲ κατὰ τὴν προαίρεσινοὐδὲ δὴ ὡς εἰδὼς καὶ θεωρῶν, ἀλλ᾽ ὡς καθεύδων οἰνωμένος. καὶ ἑκὼν μέντρόπον γάρ τινα εἰδὼς καὶ ποιεῖ καὶ οὗ ἕνεκα), πονηρὸς δ᾽ οὔ: γὰρ προαίρεσις ἐπιεικής: ὥσθ᾽ ἡμιπόνηρος. καὶ οὐκ ἄδικος: οὐ γὰρ ἐπίβουλος: μὲν γὰρ αὐτῶν οὐκ ἐμμενετικὸς οἷς ἂν βουλεύσηται, δὲ μελαγχολικὸς οὐδὲ βουλευτικὸς ὅλως. καὶ ἔοικε δὴ ἀκρατὴς πόλει ψηφίζεται μὲν ἅπαντα τὰ δέοντα καὶ νόμους ἔχει σπουδαίους, χρῆται δὲ οὐδέν, ὥσπερ Ἀναξανδρίδης ἔσκωψεν πόλις ἐβούλεθ᾽, νόμων οὐδὲν μέλει:

δὲ πονηρὸς χρωμένῃ μὲν τοῖς νόμοις, πονηροῖς δὲ χρωμένῃ. ἔστι δ᾽ ἀκρασία καὶ ἐγκράτεια περὶ τὸ ὑπερβάλλον τῆς τῶν πολλῶν ἕξεως: μὲν γὰρ ἐμμένει μᾶλλον δ᾽ ἧττον τῆς τῶν πλείστων δυνάμεως. εὐιατοτέρα δὲ τῶν ἀκρασιῶν, ἣν οἱ μελαγχολικοὶ ἀκρατεύονται, τῶν βουλευομένων μὲν μὴ ἐμμενόντων δέ, καὶ οἱ δι᾽ ἐθισμοῦ ἀκρατεῖς τῶν φυσικῶν: ῥᾷον γὰρ ἔθος μετακινῆσαι φύσεως: διὰ γὰρ τοῦτο καὶ τὸ ἔθος χαλεπόν, ὅτι τῇ φύσει ἔοικεν, ὥσπερ καὶ Εὔηνος λέγειφημὶ πολυχρόνιον μελέτην ἔμεναι, φίλε, καὶ δή
ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι.

τί μὲν οὖν ἐστὶν ἐγκράτεια καὶ τί ἀκρασία καὶ τί καρτερία καὶ τί μαλακία, καὶ πῶς ἔχουσιν αἱ ἕξεις αὗται πρὸς ἀλλήλας, εἴρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: