previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὥστ᾽ εἰκότως τούτου ἐφίενται. καὶ ποτ᾽ ἐστὶν ἑκάστοις τὸ εἶναι οὗ χάριν αἱροῦνται τὸ ζῆν, ἐν τούτῳ μετὰ τῶν φίλων βούλονται διάγειν: διόπερ οἳ μὲν συμπίνουσιν, οἳ δὲ συγκυβεύουσιν, ἄλλοι δὲ συγγυμνάζονται καὶ συγκυνηγοῦσιν συμφιλοσοφοῦσιν, ἕκαστοι ἐν τούτῳ συνημερεύοντες τι περ μάλιστ᾽ ἀγαπῶσι τῶν ἐν τῷ βίῳ: συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων, ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν οἷς οἴονται συζῆν. γίνεται οὖν μὲν τῶν φαύλων φιλία μοχθηράκοινωνοῦσι γὰρ φαύλων ἀβέβαιοι ὄντες, καὶ μοχθηροὶ δὲ γίνονται ὁμοιούμενοι ἀλλήλοις), δὲ τῶν ἐπιεικῶν ἐπιεικής, συναυξανομένη ταῖς ὁμιλίαις: δοκοῦσι δὲ καὶ βελτίους γίνεσθαι ἐνεργοῦντες καὶ διορθοῦντες ἀλλήλους: ἀπομάττονται γὰρ παρ᾽ ἀλλήλων οἷς ἀρέσκονται, ὅθενἐσθλῶν μὲν γὰρ ἄπ᾽ ἐσθλά.” περὶ μὲν οὖν φιλίας ἐπὶ τοσοῦτον εἰρήσθω: ἑπόμενον δ᾽ ἂν εἴη διελθεῖν περὶ ἡδονῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: