previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1259β] τό τε γὰρ ἄρρεν φύσει τοῦ θήλεος ἡγεμονικώτερον, εἰ μή που συνέστηκε παρὰ φύσιν, καὶ τὸ πρεσβύτερον καὶ τέλειον τοῦ νεωτέρου καὶ ἀτελοῦς)—ἐν μὲν οὖν ταῖς πολιτικαῖς ἀρχαῖς ταῖς [5] πλείσταις μεταβάλλει τὸ ἄρχον καὶ τὸ ἀρχόμενονἐξ ἴσου γὰρ εἶναι βούλεται τὴν φύσιν καὶ διαφέρειν μηδέν), ὅμως δέ, ὅταν τὸ μὲν ἄρχῃ τὸ δ᾽ ἄρχηται, ζητεῖ διαφορὰν εἶναι καὶ σχήμασι καὶ λόγοις καὶ τιμαῖς, ὥσπερ καὶ Ἄμασις εἶπε τὸν περὶ τοῦ ποδανιπτῆρος λόγον: τὸ δ᾽ ἄρρεν ἀεὶ πρὸς [10] τὸ θῆλυ τοῦτον ἔχει τὸν τρόπον. δὲ τῶν τέκνων ἀρχὴ βασιλική: τὸ γὰρ γεννῆσαν καὶ κατὰ φιλίαν ἄρχον καὶ κατὰ πρεσβείαν ἐστίν, ὅπερ ἐστὶ βασιλικῆς εἶδος ἀρχῆς. διὸ καλῶς Ὅμηρος τὸν Δία προσηγόρευσεν εἰπὼν

πατὴρ ἀνδρῶν τε θεῶν τε

τὸν βασιλέα τούτων ἁπάντων. φύσει γὰρ [15] τὸν βασιλέα διαφέρειν μὲν δεῖ, τῷ γένει δ᾽ εἶναι τὸν αὐτόν: ὅπερ πέπονθε τὸ πρεσβύτερον πρὸς τὸ νεώτερον καὶ γεννήσας πρὸς τὸ τέκνον.

φανερὸν τοίνυν ὅτι πλείων σπουδὴ τῆς οἰκονομίας περὶ τοὺς ἀνθρώπους περὶ τὴν τῶν ἀψύχων κτῆσιν, καὶ [20] περὶ τὴν ἀρετὴν τούτων περὶ τὴν τῆς κτήσεως, ὃν καλοῦμεν πλοῦτον, καὶ τῶν ἐλευθέρων μᾶλλον δούλων. πρῶτον μὲν οὖν περὶ δούλων ἀπορήσειεν ἄν τις, πότερον ἔστιν ἀρετή τις δούλου παρὰ τὰς ὀργανικὰς καὶ διακονικὰς ἄλλη τιμιωτέρα τούτων, οἷον σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη καὶ [25] τῶν ἄλλων τῶν τοιούτων ἕξεων, οὐκ ἔστιν οὐδεμία παρὰ τὰς σωματικὰς ὑπηρεσίαςἔχει γὰρ ἀπορίαν ἀμφοτέρως: εἴτε γὰρ ἔστιν, τί διοίσουσι τῶν ἐλευθέρων; εἴτε μὴ ἔστιν, ὄντων ἀνθρώπων καὶ λόγου κοινωνούντων ἄτοπον). σχεδὸν δὲ ταὐτόν ἐστι τὸ ζητούμενον καὶ περὶ γυναικὸς καὶ παιδός, [30] πότερα καὶ τούτων εἰσὶν ἀρεταί, καὶ δεῖ τὴν γυναῖκα εἶναι σώφρονα καὶ ἀνδρείαν καὶ δικαίαν, καὶ παῖς ἔστι καὶ ἀκόλαστος καὶ σώφρων, οὔ; καθόλου δὴ τοῦτ᾽ ἐστὶν ἐπισκεπτέον περὶ ἀρχομένου φύσει καὶ ἄρχοντος, πότερον αὐτὴ ἀρετὴ ἑτέρα. εἰ μὲν γὰρ δεῖ ἀμφοτέρους μετέχειν καλοκαγαθίας, [35] διὰ τί τὸν μὲν ἄρχειν δέοι ἂν τὸν δὲ ἄρχεσθαι καθάπαξ; οὐδὲ γὰρ τῷ μᾶλλον καὶ ἧττον οἷόν τε διαφέρειν: τὸ μὲν γὰρ ἄρχεσθαι καὶ ἄρχειν εἴδει διαφέρει, τὸ δὲ μᾶλλον καὶ ἧττον οὐδέν. εἰ δὲ τὸν μὲν δεῖ τὸν δὲ μή, θαυμαστόν. εἴτε γὰρ ἄρχων μὴ ἔσται σώφρων καὶ δίκαιος, [40] πῶς ἄρξει καλῶς; εἴθ᾽ ἀρχόμενος, πῶς ἀρχθήσεται καλῶς;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (3 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), REX
  • Cross-references from this page (1):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: