previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1281α] τοῦτο δ᾽ ἐστίν, ὡς φαμέν, τὸ ζῆν εὐδαιμόνως καὶ καλῶς. τῶν καλῶν ἄρα πράξεων χάριν θετέον εἶναι τὴν πολιτικὴν κοινωνίαν ἀλλ᾽ οὐ τοῦ συζῆν. διόπερ ὅσοι συμβάλλονται πλεῖστον εἰς τὴν [5] τοιαύτην κοινωνίαν, τούτοις τῆς πόλεως μέτεστι πλεῖον τοῖς κατὰ μὲν ἐλευθερίαν καὶ γένος ἴσοις μείζοσι κατὰ δὲ τὴν πολιτικὴν ἀρετὴν ἀνίσοις, τοῖς κατὰ πλοῦτον ὑπερέχουσι κατ᾽ ἀρετὴν δ᾽ ὑπερεχομένοις. ὅτι μὲν οὖν πάντες οἱ περὶ τῶν πολιτειῶν ἀμφισβητοῦντες μέρος τι τοῦ δικαίου [10] λέγουσι, φανερὸν ἐκ τῶν εἰρημένων.

ἔχει δ᾽ ἀπορίαν τί δεῖ τὸ κύριον εἶναι τῆς πόλεως. γάρ τοι τὸ πλῆθος, τοὺς πλουσίους, τοὺς ἐπιεικεῖς, τὸν βέλτιστον ἕνα πάντων, τύραννον. ἀλλὰ ταῦτα πάντα ἔχειν φαίνεται δυσκολίαν. τί γάρ; ἂν οἱ πένητες διὰ τὸ [15] πλείους εἶναι διανέμωνται τὰ τῶν πλουσίων, τοῦτ᾽ οὐκ ἄδικόν ἐστιν; “ἔδοξε γὰρ νὴ Δία τῷ κυρίῳ δικαίως.” τὴν οὖν ἀδικίαν τί χρὴ λέγειν τὴν ἐσχάτην; πάλιν τε πάντων ληφθέντων, οἱ πλείους τὰ τῶν ἐλαττόνων ἂν διανέμωνται, φανερὸν ὅτι φθείρουσι τὴν πόλιν. ἀλλὰ μὴν οὐχ γ᾽ ἀρετὴ φθείρει τὸ [20] ἔχον αὐτήν, οὐδὲ τὸ δίκαιον πόλεως φθαρτικόν: ὥστε δῆλον ὅτι καὶ τὸν νόμον τοῦτον οὐχ οἷόν τ᾽ εἶναι δίκαιον. ἔτι καὶ τὰς πράξεις ὅσας τύραννος ἔπραξεν ἀναγκαῖον εἶναι πάσας δικαίας: βιάζεται γὰρ ὢν κρείττων, ὥσπερ καὶ τὸ πλῆθος τοὺς πλουσίους. ἀλλ᾽ ἆρα τοὺς ἐλάττους δίκαιον ἄρχειν [25] καὶ τοὺς πλουσίους; ἂν οὖν κἀκεῖνοι ταῦτα ποιῶσι καὶ διαρπάζωσι καὶ ἀφαιρῶνται τὰ κτήματα τοῦ πλήθους, τοῦτ᾽ ἐστὶ δίκαιον: καὶ θάτερον ἄρα. ταῦτα μὲν τοίνυν ὅτι πάντα φαῦλα καὶ οὐ δίκαια, φανερόν: ἀλλὰ τοὺς ἐπιεικεῖς ἄρχειν δεῖ καὶ κυρίους εἶναι πάντων; οὐκοῦν ἀνάγκη τοὺς ἄλλους [30] ἀτίμους εἶναι πάντας, μὴ τιμωμένους ταῖς πολιτικαῖς ἀρχαῖς: τιμὰς γὰρ λέγομεν εἶναι τὰς ἀρχάς, ἀρχόντων δ᾽ αἰεὶ τῶν αὐτῶν ἀναγκαῖον εἶναι τοὺς ἄλλους ἀτίμους. ἀλλ᾽ ἕνα τὸν σπουδαιότατον ἄρχειν βέλτιον; ἀλλ᾽ ἔτι τοῦτο ὀλιγαρχικώτερον: οἱ γὰρ ἄτιμοι πλείους. ἀλλ᾽ ἴσως φαίη τις [35] ἂν τὸ κύριον ὅλως ἄνθρωπον εἶναι ἀλλὰ μὴ νόμον φαῦλον, ἔχοντά γε τὰ συμβαίνοντα πάθη περὶ τὴν ψυχήν. ἂν οὖν νόμος μὲν ὀλιγαρχικὸς δὲ δημοκρατικός, τί διοίσει περὶ τῶν ἠπορημένων; συμβήσεται γὰρ ὁμοίως τὰ λεχθέντα πρότερον. Περὶ μὲν οὖν τῶν ἄλλων ἔστω τις ἕτερος λόγος: [40] ὅτι δὲ δεῖ κύριον εἶναι μᾶλλον τὸ πλῆθος τοὺς ἀρίστους μὲν ὀλίγους δέ, δόξειεν ἂν λύεσθαι καί τιν᾽ ἔχειν ἀπορίαν, τάχα δὲ κἂν ἀλήθειαν. τοὺς γὰρ πολλούς, ὧν ἕκαστός ἐστιν οὐ σπουδαῖος ἀνήρ,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (3 total)
  • Commentary references to this page (1):
    • E.C. Marchant, Commentary on Thucydides Book 1, 1.13
  • Cross-references in notes to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: