previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1285α] ῥᾴδιον δὴ τοῦτό γε καταμαθεῖν, ὅτι πλείω τε γένη περιέχει καὶ τῆς ἀρχῆς τρόπος ἐστὶν οὐχ εἷς πασῶν. γὰρ ἐν τῇ Λακωνικῇ πολιτείᾳ δοκεῖ μὲν εἶναι βασιλεία μάλιστα τῶν κατὰ νόμον, οὐκ ἔστι δὲ κυρία πάντων, [5] ἀλλ᾽ ὅταν ἐξέλθῃ τὴν χώραν ἡγεμών ἐστι τῶν πρὸς τὸν πόλεμον: ἔτι δὲ τὰ πρὸς τοὺς θεοὺς ἀποδέδοται τοῖς βασιλεῦσιν. αὕτη μὲν οὖν βασιλεία οἷον στρατηγία τις αὐτοκρατόρων καὶ ἀίδιός ἐστιν: κτεῖναι γὰρ οὐ κύριος, εἰ μὴ ἔν τινι καιρῷ, καθάπερ ἐπὶ τῶν ἀρχαίων ἐν ταῖς [10] πολεμικαῖς ἐξόδοις, ἐν χειρὸς νόμῳ. δηλοῖ δ᾽ Ὅμηρος: γὰρ Ἀγαμέμνων κακῶς μὲν ἀκούων ἠνείχετο ἐν ταῖς ἐκκλησίαις, ἐξελθόντων δὲ καὶ κτεῖναι κύριος ἦν: λέγει γοῦν

ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε μάχης . . ,
οὔ οἱ
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ᾽ οἰωνούς:
πὰρ γὰρ ἐμοὶ θάνατος.

ἓν μὲν [15] οὖν τοῦτ᾽ εἶδος βασιλείας, στρατηγία διὰ βίου, τούτων δ᾽ αἱ μὲν κατὰ γένος εἰσὶν αἱ δ᾽ αἱρεταί: παρὰ ταύτην δ᾽ ἄλλο μοναρχίας εἶδος, οἷαι παρ᾽ ἐνίοις εἰσὶ βασιλεῖαι τῶν βαρβάρων. ἔχουσι δ᾽ αὗται τὴν δύναμιν πᾶσαι παραπλησίαν τυραννίσιν, εἰσὶ δὲ καὶ κατὰ νόμον καὶ πάτριαι: διὰ [20] γὰρ τὸ δουλικώτεροι εἶναι τὰ ἤθη φύσει οἱ μὲν βάρβαροι τῶν Ἑλλήνων, οἱ δὲ περὶ τὴν Ἀσίαν τῶν περὶ τὴν Εὐρώπην, ὑπομένουσι τὴν δεσποτικὴν ἀρχὴν οὐδὲν δυσχεραίνοντες. τυραννικαὶ μὲν οὖν διὰ τὸ τοιοῦτόν εἰσιν, ἀσφαλεῖς δὲ διὰ τὸ πάτριαι καὶ κατὰ νόμον εἶναι. καὶ φυλακὴ δὲ βασιλικὴ [25] καὶ οὐ τυραννικὴ διὰ τὴν αὐτὴν αἰτίαν. οἱ γὰρ πολῖται φυλάττουσιν ὅπλοις τοὺς βασιλεῖς, τοὺς δὲ τυράννους ξενικόν: οἱ μὲν γὰρ κατὰ νόμον καὶ ἑκόντων οἱ δ᾽ ἀκόντων ἄρχουσιν, ὥσθ᾽ οἱ μὲν παρὰ τῶν πολιτῶν οἱ δ᾽ ἐπὶ τοὺς πολίτας ἔχουσι τὴν φυλακήν.

δύο μὲν οὖν εἴδη ταῦτα [30] μοναρχίας, ἕτερον δ᾽ ὅπερ ἦν ἐν τοῖς ἀρχαίοις Ἕλλησιν, οὓς καλοῦσιν αἰσυμνήτας. ἔστι δὲ τοῦθ᾽ ὡς ἁπλῶς εἰπεῖν αἱρετὴ τυραννίς, διαφέρουσα δὲ τῆς βαρβαρικῆς οὐ τῷ μὴ κατὰ νόμον ἀλλὰ τῷ μὴ πάτριος εἶναι μόνον. ἦρχον δ᾽ οἱ μὲν διὰ βίου τὴν ἀρχὴν ταύτην, οἱ δὲ μέχρι τινῶν ὡρισμένων [35] χρόνων πράξεων, οἷον εἵλοντό ποτε Μυτιληναῖοι Πιττακὸν πρὸς τοὺς φυγάδας ὧν προειστήκεσαν Ἀντιμενίδης καὶ Ἀλκαῖος ποιητής. δηλοῖ δ᾽ Ἀλκαῖος ὅτι τύραννον εἵλοντο τὸν Πιττακὸν ἔν τινι τῶν σκολιῶν μελῶν: ἐπιτιμᾷ γὰρ ὅτιτὸν κακοπάτριδα
Πίττακον πόλιος τᾶς ἀχόλω καὶ βαρυδαίμονος
ἐστάσαντο τύραννον μέγ᾽ ἐπαινέοντες ἀόλλεες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (5 total)
  • Commentary references to this page (2):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 1.27
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 7.173
  • Cross-references to this page (2):
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: