previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1310α] ὥστε φθείροντες τοῖς καθ᾽ ὑπεροχὴν νόμοις φθείρουσι τὰς πολιτείας.

ἁμαρτάνουσι δὲ καὶ ἐν ταῖς δημοκρατίαις καὶ ἐν ταῖς ὀλιγαρχίαις, ἐν μὲν ταῖς δημοκρατίαις οἱ δημαγωγοί, ὅπου τὸ πλῆθος κύριον τῶν νόμων: δύο γὰρ [5] ποιοῦσιν ἀεὶ τὴν πόλιν, μαχόμενοι τοῖς εὐπόροις, δεῖ δὲ τοὐναντίον αἰεὶ δοκεῖν λέγειν ὑπὲρ εὐπόρων, ἐν δὲ ταῖς ὀλιγαρχίαις ὑπὲρ τοῦ δήμου τοὺς ὀλιγαρχικούς, καὶ τοὺς ὅρκους ἐναντίους νῦν ὀμνύναι τοὺς ὀλιγαρχικούς: νῦν μὲν γὰρ ἐν ἐνίαις ὀμνύουσικαὶ τῷ δήμῳ κακόνους ἔσομαι καὶ βουλεύσω [10] τι ἂν ἔχω κακόν”, χρὴ δὲ καὶ ὑπολαμβάνειν καὶ ὑποκρίνεσθαι τοὐναντίον, ἐπισημαινομένους ἐν τοῖς ὅρκοις ὅτιοὐκ ἀδικήσω τὸν δῆμον”.

μέγιστον δὲ πάντων τῶν εἰρημένων πρὸς τὸ διαμένειν τὰς πολιτείας, οὗ νῦν ὀλιγωροῦσι πάντες, τὸ παιδεύεσθαι πρὸς τὰς πολιτείας. ὄφελος γὰρ οὐθὲν τῶν [15] ὠφελιμωτάτων νόμων καὶ συνδεδοξασμένων ὑπὸ πάντων τῶν πολιτευομένων, εἰ μὴ ἔσονται εἰθισμένοι καὶ πεπαιδευμένοι ἐν τῇ πολιτείᾳ, εἰ μὲν οἱ νόμοι δημοτικοί, δημοτικῶς, εἰ δ᾽ ὀλιγαρχικοί, ὀλιγαρχικῶς. εἴπερ γὰρ ἔστιν ἐφ᾽ ἑνὸς ἀκρασία, ἔστι καὶ ἐπὶ πόλεως. ἔστι δὲ τὸ πεπαιδεῦσθαι [20] πρὸς τὴν πολιτείαν οὐ τοῦτο, τὸ ποιεῖν οἷς χαίρουσιν οἱ ὀλιγαρχοῦντες οἱ δημοκρατίαν βουλόμενοι, ἀλλ᾽ οἷς δυνήσονται οἱ μὲν ὀλιγαρχεῖν οἱ δὲ δημοκρατεῖσθαι. νῦν δ᾽ ἐν μὲν ταῖς ὀλιγαρχίαις οἱ τῶν ἀρχόντων υἱοὶ τρυφῶσιν, οἱ δὲ τῶν ἀπόρων γίγνονται γεγυμνασμένοι καὶ πεπονηκότες, [25] ὥστε καὶ βούλονται μᾶλλον καὶ δύνανται νεωτερίζειν: ἐν δὲ ταῖς δημοκρατίαις ταῖς μάλιστα εἶναι δοκούσαις δημοκρατικαῖς τοὐναντίον τοῦ συμφέροντος καθέστηκεν, αἴτιον δὲ τούτου ὅτι κακῶς ὁρίζονται τὸ ἐλεύθερον. δύο γάρ ἐστιν οἷς δημοκρατία δοκεῖ ὡρίσθαι, τῷ τὸ πλεῖον εἶναι κύριον καὶ τῇ [30] ἐλευθερίᾳ: τὸ μὲν γὰρ δίκαιον ἴσον δοκεῖ εἶναι, ἴσον δ᾽ τι ἂν δόξῃ τῷ πλήθει, τοῦτ᾽ εἶναι κύριον, ἐλεύθερον δὲ καὶ ἴσον τὸ τι ἂν βούληταί τις ποιεῖν: ὥστε ζῇ ἐν ταῖς τοιαύταις δημοκρατίαις ἕκαστος ὡς βούλεται, καὶ εἰς χρῄζων, ὡς φησὶν Εὐριπίδης: τοῦτο δ᾽ ἐστὶ φαῦλον: οὐ γὰρ δεῖ [35] οἴεσθαι δουλείαν εἶναι τὸ ζῆν πρὸς τὴν πολιτείαν, ἀλλὰ σωτηρίαν. ἐξ ὧν μὲν οὖν αἱ πολιτεῖαι μεταβάλλουσι καὶ φθείρονται, καὶ διὰ τίνων σῴζονται καὶ διαμένουσιν, ὡς ἁπλῶς εἰπεῖν τοσαῦτά ἐστιν.

λείπεται δ᾽ ἐπελθεῖν καὶ περὶ μοναρχίας, ἐξ ὧν τε [40] φθείρεται καὶ δι᾽ ὧν σῴζεσθαι πέφυκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (1 total)
  • Commentary references to this page (1):
    • T. G. Tucker, Commentary on Thucydides: Book 8, 8.54
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: