previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1325α] πολιτεύεται δηλονότι καλῶς, εἴπερ ἐνδέχεται πόλιν οἰκεῖσθαί που καθ᾽ ἑαυτὴν νόμοις χρωμένην σπουδαίοις, ἧς τῆς πολιτείας σύνταξις οὐ πρὸς πόλεμον οὐδὲ πρὸς τὸ κρατεῖν ἔσται τῶν πολεμίων: [5] μηθὲν γὰρ ὑπαρχέτω τοιοῦτον. δῆλον ἄρα ὅτι πάσας τὰς πρὸς τὸν πόλεμον ἐπιμελείας καλὰς μὲν θετέον, οὐχ ὡς τέλος δὲ πάντων ἀκρότατον, ἀλλ᾽ ἐκείνου χάριν ταύτας. τοῦ δὲ νομοθέτου τοῦ σπουδαίου ἐστὶ τὸ θεάσασθαι πόλιν καὶ γένος ἀνθρώπων καὶ πᾶσαν ἄλλην κοινωνίαν, ζωῆς ἀγαθῆς πῶς [10] μεθέξουσι καὶ τῆς ἐνδεχομένης αὐτοῖς εὐδαιμονίας. διοίσει μέντοι τῶν ταττομένων ἔνια νομίμων: καὶ τοῦτο τῆς νομοθετικῆς ἐστιν ἰδεῖν, ἐάν τινες ὑπάρχωσι γειτνιῶντες, ποῖα πρὸς ποίους ἀσκητέον πῶς τοῖς καθήκουσι πρὸς ἑκάστους χρηστέον. ἀλλὰ τοῦτο μὲν κἂν ὕστερον τύχοι τῆς προσηκούσης [15] σκέψεως, πρὸς τί τέλος δεῖ τὴν ἀρίστην πολιτείαν συντείνειν:

πρὸς δὲ τοὺς ὁμολογοῦντας μὲν τὸν μετ᾽ ἀρετῆς εἶναι βίον αἱρετώτατον, διαφερομένους δὲ περὶ τῆς χρήσεως αὐτοῦ, λεκτέον ἡμῖν πρὸς ἀμφοτέρους αὐτούςοἱ μὲν γὰρ ἀποδοκιμάζουσι τὰς πολιτικὰς ἀρχάς, νομίζοντες τὸν τοῦ ἐλευθέρου [20] βίον ἕτερόν τινα εἶναι τοῦ πολιτικοῦ καὶ πάντων αἱρετώτατον, οἱ δὲ τοῦτον ἄριστον: ἀδύνατον γὰρ τὸν μηθὲν πράττοντα πράττειν εὖ, τὴν δ᾽ εὐπραγίαν καὶ τὴν εὐδαιμονίαν εἶναι ταὐτόνὅτι τὰ μὲν ἀμφότεροι λέγουσιν ὀρθῶς τὰ δὲ οὐκ ὀρθῶς, οἱ μὲν ὅτι τοῦ ἐλευθέρου βίος τοῦ δεσποτικοῦ ἀμείνων. [25] τοῦτο γὰρ ἀληθές: οὐθὲν γὰρ τό γε δούλῳ δοῦλος χρῆσθαι σεμνόν: γὰρ ἐπίταξις περὶ τῶν ἀναγκαίων οὐδενὸς μετέχει τῶν καλῶν. τὸ μέντοι νομίζειν πᾶσαν ἀρχὴν εἶναι δεσποτείαν οὐκ ὀρθόν: οὐ γὰρ ἔλαττον διέστηκεν τῶν ἐλευθέρων ἀρχὴ τῆς τῶν δούλων αὐτὸ τὸ φύσει ἐλεύθερον τοῦ [30] φύσει δούλου. διώρισται δὲ περὶ αὐτῶν ἱκανῶς ἐν τοῖς πρώτοις λόγοις. τὸ δὲ μᾶλλον ἐπαινεῖν τὸ ἀπρακτεῖν τοῦ πράττειν οὐκ ἀληθές: γὰρ εὐδαιμονία πρᾶξίς ἐστιν, ἔτι δὲ πολλῶν καὶ καλῶν τέλος ἔχουσιν αἱ τῶν δικαίων καὶ σωφρόνων πράξεις.

καίτοι τάχ᾽ ἂν ὑπολάβοι τις τούτων οὕτω διωρισμένων [35] ὅτι τὸ κύριον εἶναι πάντων ἄριστον: οὕτω γὰρ ἂν πλείστων καὶ καλλίστων κύριος εἴη πράξεων. ὥστε οὐ δεῖν τὸν δυνάμενον ἄρχειν παριέναι τῷ πλησίον, ἀλλὰ μᾶλλον ἀφαιρεῖσθαι, καὶ μήτε πατέρα παίδων μήτε παῖδας πατρὸς μήθ᾽ ὅλως φίλον φίλου μηθένα ὑπόλογον ποιεῖσθαι μηδὲ [40] πρὸς τοῦτο φροντίζειν: τὸ γὰρ ἄριστον αἱρετώτατον, τὸ δ᾽ εὖ πράττειν ἄριστον. τοῦτο μὲν οὖν ἀληθῶς ἴσως λέγουσιν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: