previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀμφοτέροις γὰρ ἔχει ὧν δέονται: καὶ γὰρ κτῆμά ἐστιν οὗ ἐφίενται οἱ φιλοχρήματοι, καὶ τιμὴν ἔχει οὗ οἱ φιλότιμοι. [10]

σώματος δὲ ἀρετὴ ὑγίεια, αὕτη δὲ οὕτως ὥστε ἀνόσους εἶναι χρωμένους τοῖς σώμασιν: πολλοὶ γὰρ ὑγιαίνουσιν, ὥσπερ
Ἡρόδικος λέγεται, οὓς οὐδεὶς ἂν εὐδαιμονίσειε τῆς ὑγιείας διὰ τὸ πάντων ἀπέχεσθαι τῶν ἀνθρωπίνων τῶν πλείστων. [11] κάλλος δὲ ἕτερον καθ᾽ ἑκάστην ἡλικίαν ἐστίν. νέου μὲν οὖν κάλλος τὸ πρὸς τοὺς πόνους χρήσιμον ἔχειν τὸ σῶμα τούς τε πρὸς δρόμον καὶ πρὸς βίαν, ἡδὺν ὄντα ἰδεῖν πρὸς ἀπόλαυσιν:
διὸ οἱ πένταθλοι κάλλιστοι, ὅτι πρὸς βίαν καὶ πρὸς τάχος ἅμα πεφύκασιν: ἀκμάζοντος δὲ πρὸς μὲν πόνους τοὺς πολεμικούς, ἡδὺν δ᾽ εἶναι δοκεῖν μετὰ φοβερότητος: γέροντος δὲ πρὸς μὲν πόνους τοὺς ἀναγκαίους ἱκανόν, ἄλυπον δὲ διὰ τὸ μηδὲν ἔχειν ὧν τὸ γῆρας λωβᾶται. [12]
ἰσχὺς δ᾽ ἐστὶ μὲν δύναμις τοῦ κινεῖν ἕτερον ὡς βούλεται, ἀνάγκη δὲ κινεῖν ἕτερον ἕλκοντα ὠθοῦντα αἴροντα πιέζοντα συνθλίβοντα, ὥστε ἰσχυρὸς πᾶσιν τούτων τισίν ἐστιν ἰσχυρός. [13] μεγέθους δὲ ἀρετὴ τὸ ὑπάρχειν κατὰ μῆκος καὶ βάθος καὶ πλάτος τῶν πολλῶν τοσούτῳ
μείζον᾽ ὥστε μὴ βραδυτέρας ποιεῖν τὰς κινήσεις διὰ τὴν ὑπερβολήν. [14] ἀγωνιστικὴ δὲ σώματος ἀρετὴ σύγκειται ἐκ μεγέθους καὶ ἰσχύος καὶ τάχουςκαὶ γὰρ ταχὺς ἰσχυρός ἐστιν): γὰρ δυνάμενος τὰ σκέλη ῥιπτεῖν πως καὶ κινεῖν ταχὺ καὶ πόρρω δρομικός, δὲ θλίβειν καὶ κατέχειν παλαιστικός,
δὲ ὦσαι τῇ πληγῇ πυκτικός, δ᾽ ἀμφοτέροις τούτοις παγκρατιαστικός, δὲ πᾶσι πένταθλος. [15]

εὐγηρία δ᾽ ἐστὶ βραδυτὴς γήρως μετ᾽ ἀλυπίας: οὔτε γὰρ εἰ ταχὺ γηράσκει, εὔγηρως, οὔτ᾽ εἰ μόγις μὲν λυπηρῶς δέ. ἔστιν δὲ καὶ ἐκ τῶν τοῦ σώματος ἀρετῶν καὶ ἐκ τύχης: μὴ ἄνοσος
γὰρ ὢν μηδὲ ἰσχυρὸς οὐκ ἔσται ἀπαθὴς οὐδ᾽ ἄλυπος, καὶ πολυχρόνιος οὐκ ἄνευ τύχης διαμείνειεν ἄν. ἔστιν δέ τις καὶ χωρὶς ἰσχύος καὶ ὑγιείας ἄλλη δύναμις μακροβιότητος: πολλοὶ γὰρ ἄνευ τῶν τοῦ σώματος ἀρετῶν μακρόβιοί εἰσιν: ἀλλ᾽ οὐδὲν ἀκριβολογία χρήσιμος περὶ τούτων εἰς τὰ νῦν.
[16]

πολυφιλία δὲ καὶ χρηστοφιλία οὐκ ἄδηλα, τοῦ φίλου ὡρισμένου, ὅτι ἔστιν τοιοῦτος φίλος ὅστις οἴεται ἀγαθὰ εἶναι ἐκείνῳ, πρακτικός ἐστιν αὐτῶν δι᾽ ἐκεῖνον. δὴ πολλοὶ τοιοῦτοι, πολύφιλος, δὲ καὶ ἐπιεικεῖς ἄνδρες, χρηστόφιλος. [17]

εὐτυχία δέ ἐστιν, ὧν τύχη ἀγαθῶν αἰτία, ταῦτα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: