Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τούτων δὲ ἡ μὲν κατὰ τάξιν τινὰ βασιλεία, ἡ δ᾽ ἀόριστος τυραννίς. [5] τὸ δὴ τέλος ἑκάστης πολιτείας οὐ δεῖ λανθάνειν: αἱροῦνται γὰρ τὰ πρὸς τὸ τέλος. ἔστι δὲ δημοκρατίας μὲν τέλος ἐλευθερία,
ὀλιγαρχίας δὲ πλοῦτος, ἀριστοκρατίας δὲ τὰ περὶ παιδείαν καὶ τὰ νόμιμα, τυραννίδος δὲ φυλακή. δῆλον οὖν ὅτι τὰ πρὸς τὸ τέλος ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα διαιρετέον, εἴπερ αἱροῦνται πρὸς τοῦτο ἐπαναφέροντες. [6] ἐπεὶ δὲ οὐ μόνον αἱ πίστεις γίνονται δι᾽ ἀποδεικτικοῦ λόγου, ἀλλὰ
καὶ δι᾽ ἠθικοῦ (τῷ γὰρ ποιόν τινα φαίνεσθαι τὸν λέγοντα πιστεύομεν, τοῦτο δ᾽ ἐστὶν ἂν ἀγαθὸς φαίνηται ἢ εὔνους ἢ ἄμφω), δέοι ἂν τὰ ἤθη τῶν πολιτειῶν ἑκάστης ἔχειν ἡμᾶς: τὸ μὲν γὰρ ἑκάστης ἦθος πιθανώτατον ἀνάγκη πρὸς ἑκάστην εἶναι. ταῦτα δὲ ληφθήσεται διὰ τῶν αὐτῶν: τὰ μὲν γὰρ
ἤθη φανερὰ κατὰ τὴν προαίρεσιν, ἡ δὲ προαίρεσις ἀναφέρεται πρὸς τὸ τέλος. [7] ὧν μὲν οὖν δεῖ ὀρέγεσθαι προτρέποντας ὡς ἐσομένων ἢ ὄντων, καὶ ἐκ τίνων δεῖ τὰς περὶ τοῦ συμφέροντος πίστεις λαμβάνειν, ἔτι δὲ τῶν περὶ τὰς πολιτείας ἠθῶν καὶ νομίμων
διὰ τίνων τε καὶ πῶς εὐπορήσομεν, ἐφ᾽ ὅσον ἦν τῷ παρόντι καιρῷ σύμμετρον, εἴρηται: διηκρίβωται γὰρ ἐν τοῖς Πολιτικοῖς περὶ τούτων. 9. μετὰ δὲ ταῦτα λέγωμεν περὶ ἀρετῆς καὶ κακίας καὶ καλοῦ καὶ αἰσχροῦ: οὗτοι γὰρ σκοποὶ τῷ ἐπαινοῦντι καὶ ψέγοντι:
συμβήσεται γὰρ ἅμα περὶ τούτων λέγοντας κἀκεῖνα δηλοῦν ἐξ ὧν ποιοί τινες ὑποληφθησόμεθα κατὰ τὸ ἦθος, ἥπερ ἦν δευτέρα πίστις: ἐκ τῶν αὐτῶν γὰρ ἡμᾶς τε καὶ ἄλλον ἀξιόπιστον δυνησόμεθα ποιεῖν πρὸς ἀρετήν. [2] ἐπεὶ δὲ συμβαίνει καὶ χωρὶς σπουδῆς καὶ μετὰ σπουδῆς ἐπαινεῖν πολλάκις οὐ μόνον
ἄνθρωπον ἢ θεὸν ἀλλὰ καὶ ἄψυχα καὶ τῶν ἄλλων ζῴων τὸ τυχόν, τὸν αὐτὸν τρόπον καὶ περὶ τούτων ληπτέον τὰς προτάσεις, ὥστε ὅσον παραδείγματος χάριν εἴπωμεν καὶ περὶ τούτων. [3] καλὸν μὲν οὖν ἐστιν ὃ ἂν δι᾽ αὑτὸ αἱρετὸν ὂν ἐπαινετὸν ᾖ, ἢ ὃ ἂν ἀγαθὸν ὂν ἡδὺ ᾖ, ὅτι ἀγαθόν: εἰ δὲ
τοῦτό ἐστι τὸ καλόν, ἀνάγκη τὴν ἀρετὴν καλὸν εἶναι: ἀγαθὸν γὰρ ὂν ἐπαινετόν ἐστιν. [4] ἀρετὴ δ᾽ ἐστὶ μὲν δύναμις ὡς δοκεῖ ποριστικὴ ἀγαθῶν καὶ φυλακτική, καὶ δύναμις εὐεργετικὴ πολλῶν καὶ μεγάλων, καὶ πάντων περὶ πάντα: [5]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.