previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ μὲν δι᾽ ἔθος τὰ δὲ δι᾽ ὄρεξιν, τὰ μὲν διὰ λογιστικὴν ὄρεξιν τὰ δὲ δι᾽ ἄλογον: [8] ἔστιν δ᾽ μὲν βούλησις ἀγαθοῦ ὄρεξιςοὐδεὶς γὰρ βούλεται ἀλλ᾽ ὅταν οἰηθῇ εἶναι ἀγαθόν), ἄλογοι δ᾽ ὀρέξεις ὀργὴ καὶ ἐπιθυμία:
ὥστε πάντα ὅσα πράττουσιν ἀνάγκη πράττειν δι᾽ αἰτίας ἑπτά, διὰ τύχην, διὰ φύσιν, διὰ βίαν, δι᾽ ἔθος, διὰ λογισμόν, διὰ θυμόν, δι᾽ ἐπιθυμίαν. [9] τὸ δὲ προσδιαιρεῖσθαι καθ᾽ ἡλικίαν ἕξεις ἀλλ᾽ ἄττα τὰ πραττόμενα περίεργον: εἰ γὰρ συμβέβηκεν τοῖς νέοις ὀργίλοις εἶναι ἐπιθυμητικοῖς,
οὐ διὰ τὴν νεότητα πράττουσι τὰ τοιαῦτα ἀλλὰ δι᾽ ὀργὴν καὶ ἐπιθυμίαν. οὐδὲ διὰ πλοῦτον καὶ πενίαν, ἀλλὰ συμβέβηκε τοῖς μὲν πένησι διὰ τὴν ἔνδειαν ἐπιθυμεῖν χρημάτων, τοῖς δὲ πλουσίοις διὰ τὴν ἐξουσίαν ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων ἡδονῶν: ἀλλὰ πράξουσι καὶ οὗτοι οὐ διὰ
πλοῦτον καὶ πενίαν ἀλλὰ διὰ τὴν ἐπιθυμίαν. ὁμοίως δὲ καὶ οἱ δίκαιοι καὶ οἱ ἄδικοι, καὶ οἱ ἄλλοι οἱ λεγόμενοι κατὰ τὰς ἕξεις πράττειν, διὰ ταῦτα πράξουσιν: γὰρ διὰ λογισμὸν διὰ πάθος: ἀλλ᾽ οἱ μὲν διὰ ἤθη καὶ πάθη χρηστά, οἱ δὲ διὰ τἀναντία. [10] συμβαίνει μέντοι ταῖς μὲν
τοιαύταις ἕξεσι τὰ τοιαῦτα ἀκολουθεῖν, ταῖς δὲ τοιαῖσδε τὰ τοιάδε: εὐθὺς γὰρ ἴσως τῷ μὲν σώφρονι διὰ τὸ σώφρονα εἶναι δόξαι τε καὶ ἐπιθυμίαι χρησταὶ ἐπακολουθοῦσι περὶ τῶν ἡδέων, τῷ δ᾽ ἀκολάστῳ αἱ ἐναντίαι περὶ τῶν αὐτῶν τούτων: [11] διὸ τὰς μὲν τοιαύτας διαιρέσεις ἐατέον, σκεπτέον
δὲ ποῖα ποίοις εἴωθεν ἕπεσθαι: εἰ μὲν γὰρ λευκὸς μέλας, μέγας μικρός, οὐδὲν τέτακται τῶν τοιούτων ἀκολουθεῖν, εἰ δὲ νέος πρεσβύτης, δίκαιος ἄδικος, ἤδη διαφέρει: καὶ ὅλως ὅσα τῶν συμβαινόντων ποιεῖ διαφέρειν τὰ ἤθη τῶν ἀνθρώπων, οἷον πλουτεῖν δοκῶν ἑαυτῷ πένεσθαι
διοίσει τι, καὶ εὐτυχεῖν ἀτυχεῖν. ταῦτα μὲν οὖν ὕστερον ἐροῦμεν, νῦν δὲ περὶ τῶν λοιπῶν εἴπωμεν πρῶτον. [12]

ἔστι δ᾽ ἀπὸ τύχης μὲν τὰ τοιαῦτα γιγνόμενα, ὅσων τε αἰτία ἀόριστος καὶ μὴ ἕνεκά του γίγνεται καὶ μήτε ἀεὶ μήτε ὡς ἐπὶ τὸ πολὺ μήτε τεταγμένωςδῆλον δ᾽ ἐκ τοῦ
ὁρισμοῦ τῆς τύχης περὶ τούτων), [13] φύσει δὲ ὅσων τ᾽ αἰτία ἐν αὐτοῖς καὶ τεταγμένη:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: