previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐκοῦν καὶ ταῦτα πέπρακται: συντεθέντα γὰρ ἴσως οὐκέτι δίκαιον. εἴη δ᾽ ἂν καὶ παρὰ τὴν ἔλλειψιν: ἀφαιρεῖ γὰρ τὸ ὑπὸ τίνος. [4]

ἄλλος δὲ τόπος τὸ δεινώσει κατασκευάζειν ἀνασκευάζειν: τοῦτο δ᾽ ἐστὶν ὅταν, μὴ δείξας ὅτι ἐποίησεν μηδ᾽ ὅτι
οὐκ ἐποίησεν, αὐξήσῃ τὸ πρᾶγμα: ποιεῖ γὰρ φαίνεσθαι ὡς οὐ πεποίηκεν, ὅταν τὴν αἰτίαν ἔχων αὔξῃ, ὡς πεποίηκεν, ὅταν κατηγορῶν αὐξῇ. οὔκουν ἐστὶν ἐνθύμημα: παραλογίζεται γὰρ ἀκροατὴς ὅτι ἐποίησεν οὐκ ἐποίησεν, οὐ δεδειγμένου. [5]

ἄλλος τὸ ἐκ σημείου: ἀσυλλόγιστον γὰρ
καὶ τοῦτο: οἷον εἴ τις λέγοιταῖς πόλεσι συμφέρουσιν οἱ ἐρῶντες: γὰρ Ἁρμοδίου καὶ Ἀριστογείτονος ἔρως κατέλυσε τὸν τύραννον Ἵππαρχον”, εἴ τις λέγοι ὅτι κλέπτης Διονύσιος: πονηρὸς γάρ: ἀσυλλόγιστον γὰρ δὴ τοῦτο: οὐ γὰρ πᾶς πονηρὸς κλέπτης, ἀλλὰ κλέπτης πᾶς πονηρός. [6]

ἄλλος
διὰ τὸ συμβεβηκός, οἷον λέγει Πολυκράτης εἰς τοὺς μῦς, ὅτι ἐβοήθησαν διατραγόντες τὰς νευράς: εἴ τις φαίη τὸ ἐπὶ δεῖπνον κληθῆναι τιμιώτατον: διὰ γὰρ τὸ μὴ κληθῆναι Ἀχιλλεὺς ἐμήνισε τοῖς Ἀχαιοῖς ἐν Τενέδῳ: δ᾽ ὡς ἀτιμαζόμενος ἐμήνισεν, συνέβη δὲ τοῦτο διὰ τὸ μὴ κληθῆναι.
[7]

ἄλλος τὸ παρὰ τὸ ἑπόμενον, οἷον ἐν τῷ Ἀλεξάνδρῳ, ὅτι μεγαλόψυχος: ὑπεριδὼν γὰρ τὴν πολλῶν ὁμιλίαν ἐν τῇ Ἴδῃ διέτριβεν καθ᾽ αὑτόν: ὅτι γὰρ οἱ μεγαλόψυχοι τοιοῦτοι, καὶ οὗτος μεγαλόψυχος δόξειεν ἄν. καὶ ἐπεὶ καλλωπιστὴς καὶ νύκτωρ πλανᾶται, μοιχός: τοιοῦτοι γάρ. ὅμοιον δὲ καὶ ὅτι
ἐν τοῖς ἱεροῖς οἱ πτωχοὶ καὶ ᾁδουσι καὶ ὀρχοῦνται, καὶ ὅτι τοῖς φυγάσιν ἔξεστιν οἰκεῖν ὅπου ἂν θέλωσιν: ὅτι γὰρ τοῖς δοκοῦσιν εὐδαιμονεῖν ὑπάρχει ταῦτα, καὶ οἷς ταῦτα ὑπάρχει δόξαιεν ἂν εὐδαιμονεῖν, διαφέρει δὲ τῷ πῶς: διὸ καὶ εἰς τὴν ἔλλειψιν ἐμπίπτει. [8]

ἄλλος παρὰ τὸ
ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα μετὰ τοῦτο γεγονέναι: τὸ γὰρ μετὰ τοῦτο ὡς διὰ τοῦτο λαμβάνουσιν, καὶ μάλιστα οἱ ἐν ταῖς πολιτείαις, οἷον ὡς Δημάδης τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰτίαν: μετ᾽ ἐκείνην γὰρ συνέβη πόλεμος. [9]

ἄλλος παρὰ τὴν ἔλλειψιν τοῦ πότε καὶ πῶς,
οἷον ὅτι δικαίως Ἀλέξανδρος ἔλαβε τὴν Ἑλένην: αἵρεσις γὰρ αὐτῇ ἐδόθη παρὰ τοῦ πατρός. οὐ γὰρ ἀεὶ ἴσως, ἀλλὰ τὸ πρῶτον: καὶ γὰρ πατὴρ μέχρι τούτου κύριος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: