Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ἐνταῦθ᾽ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν, οὐ σωτήριον δὲ τοῖς ἔργοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις: ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος,1ἡ χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις καὶ τῶν βοσκημάτων2 ἐπληροῦτο, βοηθείας δ᾽ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα τὴν εἰρήνην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.