Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
καὶ νῦν, οὐ λέγει τις τὰ βέλτιστα: ἀναστὰς ἄλλος εἰπάτω, μὴ τοῦτον αἰτιάσθω. ἕτερος λέγει τις βελτίω: ταῦτα ποιεῖτ᾽ ἀγαθῇ τύχῃ. ἀλλ᾽ οὐχ ἡδέα ταῦτα: οὐκέτι τοῦθ᾽ ὁ λέγων ἀδικεῖ—πλὴν εἰ δέον εὔξασθαι παραλείπει. εὔξασθαι μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ῥᾴδιον, εἰς ταὐτὸ πάνθ᾽ ὅσα βούλεταί τις ἁθροίσαντ᾽ ἐν ὀλίγῳ: ἑλέσθαι δ᾽, ὅταν περὶ πραγμάτων προτεθῇ σκοπεῖν, οὐκέθ᾽ ὁμοίως εὔπορον, ἀλλὰ δεῖ τὰ βέλτιστ᾽ ἀντὶ τῶν ἡδέων, ἂν μὴ συναμφότερ᾽ ἐξῇ, λαμβάνειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.